Monday, January 4, 2010

Η τεκνογονία των χριστιανών
κατά τον Ιωάννη Χρυσόστομο


«Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι παράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ὁδεύομεν βελτίω τῆς οὔσης, περιττὴ ἡ περὶ ταῦτα σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελτίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εἰσενήνεκται τοῦτο».

* Ιωάννης ο Χρυσόστομος,
Εις το αποστολικόν ρητόν Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω (1Κο 7:2)

[In illud: Propter fornicationes autem unusquisque suam uxore],
PG 51:213.

No comments: