.

Monday, January 4, 2010

Η μοιχεία και η πορνεία των χριστιανών
κατά τον Ιωάννη Χρυσόστομο



«Οὐκ ἀγνοοῦμεν γὰρ ὅτι πολλοὶ μοιχείαν νομίζουσιν, ὅταν τις ὕπανδρον φθείρῃ γυναῖκα μόνον· ἐγὼ δὲ κἂν δημοσίᾳ πόρνῃ, κἂν θεραπαινίδι, κἂν ἄλλῃ τινὶ γυναικὶ ἄνδρα οὐκ ἐχούσῃ πρόσχῃ κακῶς καὶ ἀκολάστως, ἔχων γυναῖκα, μοιχείαν τὸ τοιοῦτον εἶναί φημι. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα. Μὴ γάρ μοι τοὺς ἔξωθεν νόμους εἴπῃς νῦν, οἳ τὰς μὲν γυναῖκας μοιχευομένας εἰς δικαστήριον ἕλκουσι καὶ εὐθύνας ἀπαιτοῦσιν, ἄνδρας καὶ γυναῖκας ἔχοντας καὶ θεραπαινίσι προφθειρομένους οὐκ ἀπαιτοῦσιν εὐθύνας· ἀλλ' ἐγώ σοι τὸν τοῦ Θεοῦ νόμον ἀναγνώσομαι, ὁμοίως καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τοῦ ἀνδρὸς ἀγανακτοῦντα, καὶ μοιχείαν εἶναι τὸ πρᾶγμα λέγοντα. Εἰπὼν γὰρ, Καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ἐπήγαγε· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω. Τί ποτε δηλοῦν βουλόμενος τοῦτο εἶπεν; ἆρα ἵνα τὰς προσόδους αὐτῇ τῶν χρημάτων διατηρήσῃ; ἵνα τὴν προῖκα σώαν; ἵνα ἱμάτια παράσχῃ πολυτελῆ; ἵνα τράπεζαν δαψιλεστέραν, ἵνα ἐξόδους λαμπράς; ἵνα οἰκετῶν θεραπείαν πολλήν; Τί λέγεις; ποῖον εὐνοίας εἶδος ζητεῖς; καὶ γὰρ ταῦτα πάντα εὐνοίας ἐστίν. Οὐδέν τι τοιοῦτο λέγω, φησὶν, ἀλλὰ τὴν σωφροσύνην καὶ τὴν σεμνότητα. Τὸ σῶμα τοῦ ἀνδρὸς οὐκέτι τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικός. Τηρείτω τοίνυν αὐτῇ τὸ κτῆμα σῶον, καὶ μὴ μειούτω, μηδὲ παραφθειρέτω· καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖ νος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν διαφθείρῃ. Ἐπειδὴ τοίνυν τῆς γυναικός ἐστι κτῆμα τὸ τοῦ ἀνδρὸς σῶμα, εὔνους ἔστω περὶ τὴν παρακαταθήκην ὁ ἀνήρ. Ὅτι γὰρ τοῦτό φησιν, εἰπὼν, Τὴν εὔνοιαν ἀποδιδότω, ἐπήγαγεν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ὅταν τοίνυν ἴδῃς πόρνην δελεάζουσαν, ἐπιβουλεύουσαν, ἐρῶσαν τοῦ σώματος, εἰπὲ πρὸς αὐτήν· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα, τῆς γυναικός ἐστι τῆς ἐμῆς· οὐ τολμῶ καταχρήσασθαι, οὔτε ἑτέρᾳ τοῦτο ἐνδοῦναι γυναικί.

Καὶ ὅτι τοῦ τό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Ὁρᾷς δι' ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν πόρνην, ἔχοντα γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν· οὕτω καὶ ἄνδρα μοιχεύειν ἂν εἴποι μεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ τῷ διαβόλῳ προτείνωμεν ἡμῶν τὴν ψυχὴν διὰ τῆς ἁμαρτίας ταύτης.

Καὶ τὴν μὲν γυναῖκα πολλάκις οὐδὲ βαρὺ ῥῆμα εἰποῦσαν οὐκ ἤνεγκας, τὴν δὲ πόρνην καὶ ῥαπίζουσαν προσκυνεῖς. Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν; Πῶς δυνήσῃ εἰς ἐκκλησίαν εἰσελθεῖν, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; ποίῳ στόματι καλέσαι τὸν Θεὸν, ᾧ τὴν πόρνην ἐφίλησας; Καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις, εἰπέ μοι, μήποτε σκηπτὸς ἄνωθεν ἐνεχθεὶς καταφλέξῃ τὴν ἀναίσχυντόν σου κεφαλήν; Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσῃ ποτέ· ἐπεὶ καὶ τῷ μοιχῷ ἐκείνῳ τῷ λέγοντι, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀντεφθέγξατο ὁ σοφὸς ἐκεῖνος, οὕτω λέγων· Ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, βλέποντες εἰς τὰ ἔργα τῶν ἀνθρώπων. Διὰ τοῦτο δὴ πάντα ὁ Παῦλος ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί.

Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέμοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου; ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες κολάζονται καὶ δίκην διδόασι, καθάπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον. Διπλοῦν γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλγειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον».

* Ιωάννης ο Χρυσόστομος,
Εις το αποστολικόν ρητόν Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω (1Κο 7:2)

[In illud: Propter fornicationes autem unusquisque suam uxore],
PG 51:213-218 (αποσπάσματα).

No comments: