.

Tuesday, October 19, 2010

Neophytus Inclusus / Νεόφυτος ο Έγκλειστος:

Muhammad interpreted as the Antichrist's apostle /

Ο Μωάμεθ ερμηνευόμενος ως απόστολος του Αντιχρίστου





Mohammed receiving his first revelation
from the angel Gabriel
/
Ο Μωάμεθ λαμβάνοντας την πρώτη του αποκάλυψη
από τον άγγελο Γαβριήλ

Ὑπόθεσις ζ΄.
Περὶ τοῦ κακωνύμου θηρίου
καὶ τοῦ ἀριθμοῦ
τοῦ ὀνόματος αὐτοῦ.

 «Καὶ πάλιν εἶδον ἄλλο θηρίον ἐκ τῆς γῆς ἀνερχόμενον, ὃ εἶχεν ἀρνίου κέρατα δύο καὶ ὡς δράκων ἐλάλει. Καὶ ἔσπευδετοῦ πεῖσαι πάντας ἀνθρώπους πιστεῦσαι καὶ προσκυνῆσαι τῷ πρὸ αὐτοῦ ἐκ τῆς θαλάσσης ἀνενεχθέντι θηρίῳ, καὶ τὸ ὄνομα αὐτοῦ ἐγχαραχθῆναι ἐν τοῖς μετώποις αὐτῶν, καὶ τὴν εἰκόνα αὐτοῦ λαβεῖν ἐπὶ χεῖρας καὶ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ· τῷ δὲ ἀπειθοῦντι θάνατον προσηπείλει. Ὁ δὲ ἀριθμὸς τοῦὀνόματος τοῦ θηρίου ἀριθμός ἐστιν ἀνθρώπου, ἤτοι ἑξακόσια ξς΄, καὶ ὁ ἔχων», φησί, «νοῦν   καὶ σοφίαν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου».

Ἑρμηνεία·
Εὐανθᾶς, Τειτάν, Λατεῖνος, Βενέδικτος· ἕκαστον τούτων τῶν ὀνομάτων ἀποσῴζει τὸ ψῆφος τῶν ἑξακοσίων ξς΄. Τὸ δὲ ἐκ τῆς γῆς ἀναβὰν θηρίον καὶ λαλοῦν ὥσπερ δράκων, Τὸ δὲ ἐκ τῆς γῆς ἀναβὰν θηρίον καὶ λαλοῦν ὥσπερ δράκων, ἤτοι ὡς ὄφις ὁ δόλιος, οὗτός ἐστιν ὁ Μωχομέτ, ὁ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου ἀπόστολος καὶ προφήτης, ὁ διδάξας τοὺς υἱοὺς Ἄγαρ ὅσα μισεῖ ὁ Θεὸς καὶ φιλεῖ ὁ σατανᾶς· καὶ γὰρ ἐδίδαξεν αὐτοὺς τὴν πλατεῖαν καὶ εὐρύχωρον τῆς ἀπωλείας ὁδό, καὶ ὑπέσχετο αὐτοῖς ἵνα μετὰ τὴν τοσαύτην ἀκαθαρσίαν εἰσάξαι εἰς τὸν παράδεισον, ἵνα κἀκεῖ μετὰ γυναικῶν συνευφραίνωνται. Αὐτοὶ δὲ τὴν εὐκολίαν τῆς διδαχῆς προσηκάμενοι μετὰ προσθήκης αὐτὴν ἐκπληροῦσι καὶ ὡς ἐθελόκακοι καὶ ἐθελότυφλοι οὐκ ἠθέλησαν ἀναβλέψαι καὶ γνῶναι τὴν οὕτω πρόδηλον καὶ ὀλέθριον ἀπάτην τῆς αὐτοῦ διδαχῆς, ἀλλ’ εἰς αὐτὸν ἔχουσι τὰς ἐλπίδας ἵνα εἰσάξῃ αὐτοὺς εἰς τὸν παράδεισον. Ὁ δὲ Θεός, οἷς οἶδε κρίμασι, στείλῃ αὐτὸν πρὸς αὐτοὺς ἐν τῇ ἐνδημίᾳ τοῦ ἀντιχρίστου καὶ πείσει αὐτοὺς τοῦ πιστεῦσαι καὶ προσκυνῆσαι ὡς Χριστὸν τὸν ἀντίχριστον καὶ ἐν τοῖς μετώποις αὐτῶν διαγράψαι τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἀπειθοῦσιν προσαπειλεῖν θάνατον. [...]

Διὸ καί, καθὼς ὁ ἄγγελος προαπεφήνατο, γεγόνασι δεῖπνος μέγας παντὸς πετεινοῦ καὶ θηρίου τῆς γῆς, οἱ δὲ τούτων ἔξαρχοι καὶ ἀπατεῶνες, ὅ τε ἀντίχριστος καὶ ὁ Μωχομέτ, ἀπερρίφησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου.
[...]

«Καὶ ἐξελεύσεται καὶ πλανήσει τὰ ἔθνη πάσης τῆς γῆς, καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, ἐρεθίζων εἰς πόλεμον· καὶ κυκλώσουσι τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. Καὶ τότε καταβήσεται πῦρ οὐράνιον παρὰ Θεοῦ καὶ καταφάγεται αὐτούς, καὶ ὁ διάβολος ὁ πλανήσας αὐτοὺς βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ἐβλήθησαν».

Ἑρμηνεία.
Ὁ διάβολος καὶ ὁ ἀντίχριστος καὶ ὁ ὑπηρέτης αὐτῶν Μωχομὲτ εἰς μίαν, ὡς λέγει, βληθήσονται φλόγα καὶ «κόλασιν αἰώνιον». Εὔδηλον δὲ ὅτι ἐν τῷ ͵εφλγʹ [5533 ε.Κ.] ἔτει ἐσταυρώθη ὁ Χριστός, καί, κατελθὼν εἰς τὸν ᾅδην, ἐδεσμεύθη ὁ τύραννος· καὶ ψήφισον ἀπὸ τοῦ ῥηθέντος ἔτους καὶ μέχρι ποίου ἔτους τὰ χίλια συνετελέσθησαν ἔτη, καὶ ἀπολυθεὶς ὁ πολέμιος ἐρεθίζει πολέμους.

* Νεόφυτος ο Έγκλειστος / Neophytus Inclusus,
Πανηγυρική βίβλος
551-582, 700-703, 830-843.
Encom., Theol., Orat. Th. Giagkou and N. Papatriantafyllou-Theodoridi, "Πανηγυρική Αʹ," in I. Karabidopoulos, C. Oikonomou, D.G. Tsames, and N. Zacharopoulos (eds.),
Ἁγίου Νεοφύτου τοῦ Ἐγκλείστου Συγγράμματα, vol./τόμ. 3.
Paphos: Ἱερὰ Βασιλικὴ καὶ Σταυροπηγιακὴ Μονὴ Ἁγίου Νεοφύτου, 1999.

No comments: