Saturday, April 23, 2011

Ο ηθικοπλαστικός μύθος
της θαυματουργικής θεραπείας του Μαριανού:
Μια περίπτωση ανταγωνισμού της δύναμης
ενός παγανιστικού κειμενικού φυλαχτού
& των λειψάνων του Αγ. Δημητρίου /

The moralistic tale
about the miraculous cure of Marianos:
A case of competition between
the power of a paganistic textual amulet
& the relics of St. Demetrius



Late Antique, Early Christian and Jewish gems: magic amulets /
Ύστερη Αρχαιότητα, Πρωτοχριστιανικοί και Ιουδαϊκοί πολύτιμοι λίθοι: μαγικά φυλαχτά
(Classical Art Research Center: The Beazley Archive)

Θαῦμα αʹ
Περὶ τοῦ ἀπελπισθέντος ἐπάρχου

Μαριανός τις, ἀνὴρ τῶν ἐν γένει καὶ πλούτῳ λαμπρῶν καὶ εἷς τῶν τῆς συγκλήτου βουλῆς παρὰ βασιλεῦσιν ὑπάρχων, ἐκελεύσθη παρ’ αὐτῶν καὶ τοὺς τῶν ὑπάρχων θρόνους τοὺς κατὰ τὸ Ἰλλυριῶν ἔθνος διέπειν. Καὶ δὴ φθάσας τὴν θεοφρούρητον τῶν Θεσσαλονικέων μητρόπολιν, καὶ ἁγνῶς καὶ εὐσεβῶς κυβερνῶν τὰς τῆς δίκης ἡνίας καὶ εὐαρεστῶν τῷ θεῷ καὶ παρὰ τῶν δήμων εὐχαριστούμενος, ἐφθονήθηπαρὰ τοῦ πᾶσι τοῖς ἀγαθοῖς βασκαίνοντος διαβόλου. Καὶ πρῶτον μὲν ὑπεβάλλοντο αὐτῷ παρ’ ἐκείνου γαστριμαργίας λογισμοὶ καὶ φιλοσωμάτων παθῶν ἔρωτες ἀπρεπεῖς, ἔνδον σμύχοντες αὐτοῦ τὸ γαληνὸν καὶ σῶφρον τοῦ νοῦ· κἀντεῦθεν ὡς φλὸξ ἐξανήπτετο πάλιν ἡ ‘ῥίζα τῶν κακῶν, ὡς ὁ ἀπόστολος ἔφησεν, ἡ φιλαργυρία’, ἧς οἱ κλάδοι τῶν παθῶν ὁ ἑσμός, καὶ καρπὸς ὁ δεύτερος θάνατος, ὁ τῶν εἰς τὴνλίμνην τοῦ ἀσβέστου πυρὸς βαλλομένων.
Ἐπεὶ οὖν ὁ μέγας ἐκεῖνος ἀνήρ, τῶν ἀρετῶν φίλος ὢν καὶ τὴν ἀξίαν μᾶλλον κοσμῶν ἢ ταύτῃ κοσμούμενος, τῇ μὲν ὀλιγοδείᾳ τὴν σάρκα χαλιναγωγῶν τὰς ἡδονὰς αὐτῆς τέλεον ἐξηφάνιζεν, ἐντεῦθεν δὲ πλουτῶν καὶ περιττεύων τῶν ἐπιτηδείων τοὺς τῆς φιλαργυρίας βρόχους ὥς τι μίασμα καὶ ψυχοφθόρον ἄγος ἀπεσείετο, κατανοήσας ὁ παμπόνηρος δαίμων τὰ τοιαῦτα τοῦ ἀνδρὸς προτερήματα, καὶ εἰδὼς τὸν παροιμιαστὴν εἰρηκότα ὅτι ‘οἱ δυνάσται θυμώδεις εἰσίν’, εἰς ὀργὰς καὶ παροξυσμοὺς παρορμᾶν αὐτὸν ἐπειρᾶτο κατὰ τῶν ὑπηκόων, εἴ πως ἐντεῦθεν αὐτὸν ἀπαρέσκοντα δείξειε τῷ θεῷ, προσεπιβάλλων αὐτῷ καὶ λύπην ἐκ τοῦ μὴ προβαίνειν δῆθεν εἰς πέρας τὰ τῷ θυμῷ μελετώμενα· ἀποτυχία γάρ, φησίν, ἀμύνης λύπην γεννᾷ. Ὡς δὲ καὶ ἀμφοτέρους τούτους τοὺς βρόχους διέκοψε τῇ πραΰτητι καὶ τῇ φιλανθρωπίᾳ, διὰ τοῦ γινώσκειν τὴν ταυτότητα τοῦ καθ’ ἑαυτὸν καὶ τοῦ τῶν ὑπηκόων φυράματος, τῷ τῆς ἀκηδίας λοιπόν, ἕκτῳ τῆς κακίας βλαστήματι καθεστῶτι, τοῦτον ὁ ἀλάστωρ συνέτριβε Σατανᾶς· καὶ ὑπέβαλλεν ὡς οὐδεὶς ἔσται τῶν κόπων τούτων μισθός, ὑποσπείρων τὴν ἀπιστίαν τῶν τοῦ σωτῆρος ἡμῶν ἐπαγγελιῶν, καὶ λήθῃ τῆς τῶν ἐσομένων ἀμηρύτου δόξης ἐπιχωννὺς ὥσπερ καὶ θάπτων τὸν νοῦν. Ἅμα δὲ καὶ ὑπετίθετο τοῖς λογισμοῖς τοῦ ἀρίστου ἐκείνου ἀνδρὸς ὡς ὁ τῶν ἀρετῶν κάματος πολὺς καὶ ἱδρὼς ψυχῆς οὐκ ὀλίγος, καὶ τοῦτον ἔχων μόνον μισθὸν καὶ ἀνάπαυλαν τὴν ἐξ ἀνθρώπων εὐφημίαν, ἐντεῦθεν ἕλκων αὐτὸν πρὸς τὸ σαλπίζειν τὰς ἀρετὰς αὐτοῦ καὶ φανητιᾶν τῇ παρὰ τοῖς ὑπηκόοις εὐδοξίᾳ, καὶ τῷ ἑβδόμῳ τῶν παθῶν δαίμονι, λέγω δὴ τῷ τῆς κενοδοξίας, εὐάλωτον αὐτὸν μηχανώμενος καθιστᾶν. Ἐπεὶ δὲ τῇ Χριστοῦ βοηθείᾳ ἐκεῖνος οὐ τῶν ὑπηκόων τοσοῦτον ὅσον ἑαυτοῦ κρατῶν ἀπεδείκνυτο, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν παρὰ τοῦ θεοῦ τοῖς ἐν τῷ κόσμῳ τούτῳ κακουχουμένοις ἑκουσίως διὰ παντὸς μεμνημένος, καὶ τῶν ἠπειλημένων αἰωνίων βασάνων τοῖς ῥαθύμως ἐν τῷ παρόντι βίῳ διαγενομένοις ἀδιάλειπτον ὥσπερ ποιούμενος τὴν μελέτην, τὴν μὲν ἀκηδίαν τῇ ὑπομονῇ διὰ τῆς σταθηρᾶς πίστεως ἀπεσόβει, τὴν δὲ κενοδοξίαν τῷ φόβῳ τῆς γεέννης μαραίνων εἰς ταπεινοφροσύνην μετέτρεπεν, ὡς λοιπόν, αὐτοῦ τοὺς ἑπτὰ τῆς κακίας ὑπερβάντος λογισμοὺς καὶ τὰς τούτων πάγας ἀχυρμιᾶς δίκην τῇ Χριστοῦ βοηθείᾳ καταπατήσαντος, τρίζειν κατ’ αὐτοῦ τοὺς ὀδόντας τὸν ἀντικείμενον· καὶ δὴ τὴν ‘ἐπ’ ὀμφαλοῦ γαστρός’, τὸ δὴ λεγόμενον, πανοπλίαν αὐτοῦ κινεῖ, τὴν ἑλέπολιν τῶν λογισμῶν, τὸ πρωτόφυτον τῆς κακίας βλάστημα, ᾧ καὶ αὐτὸς ὁ ἀρχέκακος ὄφις πρὸ πάντων ἑαυτὸν τῇ τῶν λογισμῶν διαστροφῇ περιέπειρε, διὸ καὶ τῶν οὐρανῶν κατέπεσεν εἰς γῆν ῥιφείς. Τί δὲ τοῦτό ἐστιν; ἡ τῆς ὑπερηφανίας, ἀγαπητοί, δυσίατος σηπεδών, ἡ κορυφὴ καὶ κορωνὶς τῆς κακίας, ἡ πρώτη τῆς λογικῆς οὐσίας καὶ ἐσχάτη νόσος· πρώτη μὲν διὰ τὸ ταύτῃ πρῶτον, ὡς εἴρηται, περιπαρῆναι τὸν Σατανᾶν ἑκοντί, ἐσχάτη δὲ διὰ τὸ μηδὲν πάθος ὑπερνικῆσαι ταύτην τῷ κακῷ. Ταύτην ἐγείρει τοῖς λογισμοῖς τοῦ ἀνδρὸς τελευταίαν συμπλοκὴν καὶ δυσκαταγώνιστον ὁ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων ἐχθρός, ὑποσπείρων αὐτῷ τοιάσδε τινὰς ὑποθήκας· Ἰδού,  φησί, κατηγωνίσω τῇ ἐγκρατείᾳ σου καὶ τῇ συνέσει τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος, τῷ λογιστικῷ αὐτῆς μέρει σοφῶς καὶ νουνεχῶς τὰ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας αὐτῆς ἡνιοχήσας φρυάγματα, καὶ τὰς τῶν ἁπάντων δαιμόνων μηχανὰς εἰς ἀέρα διέλυσας· παρὰ σοῦ ἡ γαστριμαργία δεδούλωται, τὸ τῆς σαρκὸς ἀκρατὲς τῆς φιληδονίας πάθος πεπέδηται, ἡ φιλαργυρία πεπάτηται, ὁ θυμὸς ὑπὸ τῆς πραότητος κατεπόθη, ἡ λύπη τῶν κοσμικῶν τῇ τῆς ἀφθαρσίας ἐλπίδι διερράγη, ἡ ἀκηδία τῶν ἀρετῶν διὰ τῆς πίστεως καὶ τῆς θυγατρὸς αὐτῆς, λέγω δὴ τῆς ὑπομονῆς, ἐνεκρώθη, ἡ κενοδοξία, ταὐτὸ δὲ εἰπεῖν φιλοδοξία, καὶ ἀνθρωπαρέσκεια τῷ κρυφίῳ τῶν ἀρετῶν ἐξαπόλωλε· τούτων οὖν ἁπάντων ὑπέρτερος γεγονώς, μακαριώτατε ὕπαρχε καὶ ἐνδοξότατε παρὰ θεῷ καὶ ἀνθρώποις, πῶς οὐκ ἐγγὺς εἶ τῶν ἁγίων τῇ ἀνδρείᾳ τῆς σαυτοῦ ψυχῆς μεγαλυνθείς, οὐ γὰρ δὴ τῇ οὐρανόθεν βοηθείᾳ; εἰ γὰρ ἐξ ἄλλου ἦν ἡ ἀντίληψις, οὐδὲ στέφανός σοι ἀπέκειτο. Ταῦτα ὁ μιαρὸς σύμβουλος τοῖς λογισμοῖς ὑποβάλλων τοῦ μνημονευθέντος μακαριωτάτου Μαριανοῦ τοῦ ὑπάρχου, εἰς ἔπαρσιν προσεκαλεῖτο τὸν ἄνδρα· καὶ πείθειν ἐπειρᾶτο οἴκοθεν αὐτὸν κτήσασθαι τὰς ἀρετὰς ἃς προείπαμεν, καὶ οὐ τῇ τοῦ θεοῦ βοηθείᾳ, ἵνα, εἰ συνέβη τοῦτον συγκαταθέσθαι τῇ βουλῇ, λυπηθεὶς ὁ θεὸς ὡς ἀχαριστηθεὶς στερήσῃ αὐτὸν τῆς ἑαυτοῦ βοηθείας, καὶ οὕτως ἐρήμην αὐτοῦ λαβόμενος ὁ παμπόνηρος κατεργάσηται ἐν αὐτῷ, κατὰ τὸ γεγραμμένον, πᾶσαν ἐπιθυμίαν.Ὡς δὲ καὶ ἐν τούτῳ κατηγωνίσθη διὰ Χριστοῦ ὁ Βελίαρ, τοῦ μακαριωτάτου Μαριανοῦ τὴν ἐκ θεοῦ βοήθειαν ἀεὶ ἐπικαλουμένου, καὶ λέγοντος ὅτι· «σὺ εἶ ὁ θεὸς ὁ διδάσκων ἄνθρωπον γνῶσιν, ὁ τῆς ψυχῆς ποιητὴς καὶ τοῦ σώματος πλάστης, καὶ τῆς ἁρμονίας αὐτῶν συμπήκτωρ, καὶ τῆς διαμονῆς αὐτῶν κυβερνήτης, καὶ τῆς διαζεύξεως αὐτῶν πρὸς τὸ συμφέρον οἰκονόμος, καὶ πάλιν τῆς ἀναπλάσεως τῆς ἐν τῇ ἀναστάσει καὶ τῆς ἀσυγχύτου συγκράσεως αὐτῶν καὶ τῆς ἐν ἀφθαρσίᾳ ζωῆς αἰωνίου προνοητὴς καὶ θαυματουργός», καὶ ἄλλοις πλείοσι τοιούτοις ταπεινοῦντος ἑαυτὸν καὶ τῷ θεῷ τὴν ἅπασαν δόξαν καὶ εὐχαριστίαν ἀπονέμοντος, μὴ εὑρίσκων ὁ βάσκανος δαίμων παγίδα τινὰ κατὰ τῆς ψυχῆς αὐτοῦ, ἐστράφη λοιπὸν τῷ σώματι αὐτοῦ πολεμεῖν. Καὶ ἐξαιτησάμενος αὐτὸν ὥσπερ τὸν Ἰώβοὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξουσίαν πλὴν εἰ μὴ θεὸς συγχωροίη, ὡς τὸ εὐαγγέλιον δείκνυσι, μήτι γε κατὰ ἀνθρώπου καὶ ταῦτα θεοσεβοῦς, ἔπαισε τὸν ἄνδρα πληγῇ παρέσεως σωματικῆς, ὡς πάντα αὐτοῦ τὰ μέλη συλλελυμένα κεῖσθαι ἐπὶ κλίνης καὶ μηδ’ ὅλως κινεῖσθαι ἀφ’ ἑαυτοῦ μηδενὶ τῶν τοῦ σώματος μερῶν, ἀλλὰ καὶ τὴν τροφὴν δι’ ἀλλοτρίων χειρῶν τῷ στόματι τούτου προσάγεσθαι. Εἶτα τῶν ἰατρῶν οὐ τῆς πόλεως μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης διὰ τὸ τοῦ προσώπου ἔνδοξον συγκληθέντων, ὅλης εἰς αὐτὸν τῆς ἰατρικῆς παιδείας διάφορος ἐπίδειξις γέγονεν· ἀλειμμάτων ἔξωθεν παμμιγεῖς εὐτεχνίαι, τὸ ἐσκληκὸς τῆς ἐπιφανείας τοῦ σώματος ἀοχλήτως καταμαλάττουσαι· ποτῶν συγκεκερασμένων παμποίκιλοι διὰ στόματος δόσεις, τὸ κακόχυμον τῆς ἔνδον διαθέσεως καὶ νεκροποιὸν τῇ ἀντιδότῳ συμπλοκῇ ἀναζωπυροῦσαί τε καὶ ῥωννύουσαι· καὶ κάτωθεν δὲ ἀναπόμπιμα παρεπέμποντο κράματα πανσόφως τετεχνημένα, τὸν τῶν ἐντέρων ἀδιεξόδευτον διευλυτοῦντα βορβορυγμόν, καὶ τὴν ἀναδοτικὴν ἐκείνην δυσθυμίαν καὶ μέχρις αὐτοῦ διικνουμένην τοῦ ἐγκεφάλου ἐπὶ τὰ κάτω προτρέποντα. Καὶ πάντα δὴ ταῦτα καὶ τὰ τοιαῦτα γινόμενα περὶ τὸν ἄνδρα τὴν νόσον μᾶλλον τοῦ σώματος ηὔξανον, καὶ τὸν ἀπελπισμὸν ὑπέβαλλον τῇ ψυχῇ, ὡς ἐκ τῆς ἀθυμίας διπλασίως τρέφεσθαι τὸ κακόν. Ὅτε δὲ πάσης ἀνθρωπίνης βοηθείας ἀπεῖπεν ὁ ἀνὴρ καὶ λοιπὸν τὰ περὶ τὸν θάνατον τούτου ηὐτρέπιζον οἱ προσήκοντες, τότε τις τῶν εὐνουστέρων αὐτῷ δοκούντων ὑπάρχειν πρὸς τὸ οὖς ἠρέμα ἔφησε προσελθών· «Ἔστι τις ἀνὴρ ὃς εἴρηκέ μοι δύνασθαί σε, ὦ δέσποτα, ὑγιῆ καθιστᾶν εἰ θελήσεις τὴν ἐγγεγραμμένην βεμβράνην ἣν δίδωσί σοι ἀφάψαι κατὰ τοῦ σοῦ τραχήλου καὶ φορεῖν.» Ὁ δὲ μακάριος Μαριανὸς ἀπεκρίνατο· «Καὶ τί ἐστιν ὅ φησιν ἐγγεγράφθαι τῇ βεμβράνῃ;» Εἶπε δὲ ὁ παῖς· «Ἐρωτήσαντός μου μικρόν τι περιεργότερον διὰ τὴν ἄφατόν μου περὶ σέ, ὦ δέσποτα, φροντίδα, οὐδὲ τοῦτό με ἀπεκρύψατο, ἀλλ’ ἔφη τινὰς γραμμὰς ἐκεῖσε διαγράφειν καὶ ἀστερίσκους καὶ ἡμικύκλια καί τινα ἕτερα σχήματα, γράμμασιν ἑβραϊκοῖς καὶ ὀνόμασιν ἀγγέλων ἀγνώστων τοῖς πολλοῖς ἔσωθέν τε καὶ ἔξωθεν περιγεγραμμένα· τί γὰρ χρεία καὶ τοῦ μαθεῖν τῶν ἐγγεγραμμένων τὴν δύναμιν καὶ τὰ σχήματα; εἷς ἡμῖν τοῖς δούλοις σου πᾶσι σκοπός, τὸ σὲ τῆς ὑγιείας τυχεῖν καὶ μὴ πάντας ἡμᾶς, τάχα δὲ καὶ τὴν ὅλην πόλιν, διὰ τῆς σῆς στερήσεως ζῶντας εἰς ᾅδου χωσθῆναι· λαβὲ οὖν, ὦ δέσποτα, τὸ βραχὺ τοῦτο δέρμα καὶ φόρεσον, καὶ ὑγιάσθητι χωσθῆναι· λαβὲ οὖν, ὦ δέσποτα, τὸ βραχὺ τοῦτο δέρμα καὶ φόρεσον, καὶ ὑγιάσθητι αὐτός, καὶ τοὺς παρὰ σοὶ πάντας τῆς φθοροποιοῦ λύπης καὶ τῆς περὶ σὲ ὀδύνης ἀπάλλαξον.» Εἶπε δὲ πρὸς αὐτὸν ὁ πιστὸς ὄντως καὶ κατὰ θεὸν ἐνδοξότατος ὕπαρχος, ἀτενὲς ἐνιδών· «Πρῶτον μέν, ὦ σαθρότατε σύμβουλε καὶ ψυχοβλαβῆ, πόθεν μοι δῆλον ὡς φεύξομαι τὴν νόσον φορέσας τὴν βεμβράνην, μᾶλλον δὲ πῶς οὐ πρόδηλον μηδὲν ἀγαθὸν ἐν αὐτῇ διαγεγράφθαι, τοῦ γεγραφότος μὴ βουλομένου τὴν τῶν γεγραμμένων δύναμιν φανερῶσαι; ‘πᾶν γὰρ τὸ φανερούμενον, κατὰ τὸν ἀπόστολον, φῶς ἐστιν’· εἰ δὲ καὶ ὑποθῇ μοι πάντως ὑγιαίνειν με τὰ τῆς περιεργίας ἐκείνης φορέσαντα γράμματα, οὐ βούλομαι τὸ σῶμα ῥωσθῆναι, τὴν δὲ ψυχήν μου ζημιωθῆναι, οὐδ’ εἰ τὸν κόσμον ὅλον κερδῆσαί μοι προὔκειτο· ἄπαγε οὖν καὶ τοιούτους ἐμοὶ λόγους μηκέτι προσάξῃς.» Λέγει δὲ ὁ παῖς· «Ἔκρινας οὖν, ὦ τρόφιμε, σαυτὸν ἀπαλλάξαι τοῦ ζῆν, ἵνα καὶ ἡμᾶς πρὸ σοῦ θανατώσῃς;» Ὁ ἔπαρχος ἀπεκρίνατο· «Ὑμᾶς οὐ θανατῶ, ἀλλ’ οὐδὲ ἐμαυτόν, εἰ καὶ τοῦ σώματος χωρισθῶ τὴν ψυχὴν διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ τὸ μὴ τεθεληκέναι με περιεργίᾳ δαιμονικῆς χλεύης εὐεργετηθῆναι, εἰ μὴ καὶ δίκην τίσω εὐεργεσίαν ὅλως ἀποκαλέσας τὴν τῆς ἀλλοτρίας δυνάμεως παρασκευήν· πῶς γὰρ εὐεργετήσουσί ποτε οἱ τῆς ἀληθοῦς προνοίας ἑαυτοὺς χωρίσαντες διὰ κακίας ὑπερβολήν; οἷς γὰρ τὸ εὖ εἶναι μὴ πρόσεστι, πῶς ἑτέροις τοῦτο παρέξουσιν; ἀπάτη οὖν ἡ ἐπαγγελία τούτων καὶ οὐδὲν ἕτερον ἢ φενακισμὸς προφανής.» Τούτοις ἀποπεμψάμενος τὸν παῖδα τοῖς ῥήμασιν, ὕπνωσεν ἐκ πολλῆς ἀδολεσχίας καὶ πόνου ψυχικοῦ καὶ σωματικοῦ.

Καὶ δὴ καθ’ ὕπνους ὁρᾷ Δημήτριόν τινα, τῶν γνησίων αὐτοῦ φίλων καὶ
τῶν ἐν βασιλείοις αὐλαῖς τυγχάνοντα γνωριμώτατον ἅμα καὶ περιφανῆ, λέγοντα αὐτῷ· «Τί δὴ ἔχεις, ὦ προσφιλέστατε, καὶ βαρέως φέρεις; γνώρισόν μοι τὸ τάχος, ἴσως καί τι τῶν ὀνησιφόρων συμβουλεύσαιμι ἄν σοι.» Ὁ δὲ ὕπαρχος καθ’ ὕπνους ἀποκριθεὶς εἶπεν αὐτῷ· «Τί γὰρ ἔχω τῶν ἐν ζῶσι, τί δὲ τῶν ἐν τάφῳ κειμένων οὐκ ἔχω; κεφαλὴ μὲν γὰρ πᾶσα κεκακωμένη δεινῶς, πάντα τὰ αἰσθητήρια μάτην κέκτηται, οὔτε γὰρ ὀφθαλμοὺς ἔχω βλέποντας ἐναργῶς, οὔτε ἀκοὴν ἐπαΐουσαν πλὴν τῶν μεγίστων ψόφων, ἀλλ’ οὔτε ἡ ῥὶς διακρίνει σαφῶς τῶν ὀσφραινομένων τὴν ποιότητα, οὔτε παρὰ τῇ γλώττῃ μου διαφορὰν ἔχει τὰ γλυκέα πρὸς τὰ πικρά· οὕτω δὲ ἠλλοίωταί μου τὸ πᾶν σῶμα ὅτι καὶ τῶν θερμῶν ἁπτόμενος ψύχεσθαι δοκῶ, καὶ τοῖς ψυχροῖς κολλώμενος ὑπολαμβάνω θερμαίνεσθαι· ὦμοι δὲ καὶ  ἀγκῶνες καὶ χεῖρες ἀποκρέμανται μόνον τοῦ σώματος ἀεργεῖς, ὅπῃ δ’ ἂν ἡ κίνησις ἄγοι φερόμεναι, οὐχ ὅπῃ βούλησις ἡ ἐμή· κἂν γὰρ τὸ θέλειν μοι παρῇ, τὸ δύνασθαι οὐ συντρέχει· ταὐτὸν δὲ πάσχω καὶ περὶ τοὺς μηροὺς καὶ τὰ γόνατα καὶ τὰς ἀγκύλας καὶ αὐτὰς τῶν ποδῶν τὰς βάσεις· τὸ μὲν γὰρ φαίνεσθαι, ἐμὰ δοκοῦσιν εἶναι ταῦτα τὰ μέλη· τὸ δὲ ἐνεργεῖν, ἄλλου τινὸς καὶ οὐκ ἐμά. Τί οὖν ἔχεις ἡμῖν, ὦ φίλη κεφαλή, συμβουλεῦσαι ἢ ποιῆσαι τοσούτῳ κακῷ καὶ νοσημάτων πελάγει βεβυθισμένοις;» Ὁ δὲ γνήσιος δῆθεν Δημήτριος αὐτῷ ἀπεκρίνατο· «Πρῶτον μὲν εὐθυμεῖν σοι παραινῶ καὶ μὴ καταχώννυσθαι λύπαις ψυχοφθόροις, εἰς τὴν πρόνοιαν ἀφορῶντι τοῦ δημιουργοῦ τῶν ἁπάντων θεοῦ· οἶσθα γὰρ καὶ αὐτὸς ὡς ἅπασα νόσος, τῇ προνοητικῇ δυνάμει τοῦ κτίσαντος ἡμᾶς συγχωρουμένη προσγίνεσθαι, ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος ἐγγίνεται· ἢ γὰρ δίκαιός ἐστι, καὶ συγχωρεῖται νοσεῖν ἵνα μὴ ὑπεραίρηται, μᾶλλον δὲ ἵνα καὶ πλέον λαμπρύνηται, ὡς ἐν χώνῃ χρυσὸς τῷ πυρὶ γινόμενος δοκιμώτερος· ἢ ἁμαρτωλός ἐστι, καὶ παρεᾶται ἀσθενεῖν ἵνα ἐνταῦθα τῶν πεπλημμελημένων δοὺς τὰς εὐθύνας, ἐν τῇ μελλούσῃ κρίσει πολλῆς αἴσθηται τῆς φιλανθρωπίας, κατὰ τὸ εἰρημένον τῷ προφήτῃ Ναούμ· ‘οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει’.» Λέγει ὁ ὕπαρχος· «Ἐὰν εὐχαρίστως φέρῃ ὁ νοσῶν, εὖ λέγεις· εἰ δὲ ὑπὸ τοῦ πάθους συνεχόμενος ἐξάπτηται καὶ εἰς θυμόν, κἀντεῦθεν ῥήματα προπέμπηται ἀποτρόπαια, διπλοῦν τὸ κακόν· καὶ τὸ σῶμα γὰρ πλέον ἀνιᾷ, καὶ τῇ ψυχῇ ἁμαρτίας ἐφ’ ἁμαρτίαις προστίθησιν, ὃ περὶ ἐμὲ γινόμενον θεωρῶ.» Λέγει αὐτῷ ὁ προσφιλὴς δῆθεν Δημήτριος· «Ἀπεδεξάμην σου ὡς ἐπὶ γῆς, ἐνδοξότατε, τὴν ταπείνωσιν, ἥτις ἐν οὐρανῷ σοι τὴν δόξαν μνηστεύεται· τοιγαροῦν καὶ τῆς σωματικῆς ταύτης νόσου θᾶττον ἀπαλλαγήσῃ, τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ δύνασθαί μοι παρέχοντος· ἐλθὲ οὖν εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἀνακλίθητι, κἀκεῖσε ὄψει τὴν δόξαν τοῦ θεοῦ, δι’ ἐμοῦ σοιφανερουμένην.»

Ὁ δὲ μακάριος Μαριανὸς διυπνισθείς, καὶ διηγησάμενος τοῖς πλησίον τὰ ὁραθέντα αὐτῷ καθ’ ὕπνους, ἔλεγεν ὀδυρόμενος· «Καὶ ποῦ εὕροιμί σε νῦν ἢ τὸν σὸν οἶκον, ὦ κύριέ μου καὶ γνησιώτατε Δημήτριε, σοῦ μὲν κατὰ τὴν βασιλεύουσαν πόλιν διάγοντος, ἐμοῦ δὲ κατὰ Θεσσαλονίκην κειμένου; οἴμοι τῷ ἀθλίῳ, πόσῃ χαρᾷ με ὁ ὄνειρος κατεφαίδρυνε, καὶ πηλίκῃ θλίψει τὸ ὕπαρ κατέχωσε!» Τότε χαρᾷ με ὁ ὄνειρος κατεφαίδρυνε, καὶ πηλίκῃ θλίψει τὸ ὕπαρ κατέχωσε!» Τότε εἷς τῶν παρεστώτων νυγεὶς ὑπὸ θεοῦ ἀπεκρίνατο· «Ἐγώ σοι, δέσποτα, μηνύσω τὸν προστάτην σου καὶ γνήσιον φίλον καὶ μετὰ θεὸν δεσπότην Δημήτριον, τὸν καὶ ἐν τῇ βασιλευούσῃ πόλει νῦν ὄντα καὶ ἐνθάδε κατοικοῦντα, κἀκεῖσε τῷ βασιλεῖ τῶν ὅλων παριστάμενον καὶ τῶν ἐνταῦθα μὴ ἀπολειπόμενον. Τοῦτο δὲ τῶν σάρκα καὶ αἷμα φορούντων οὐδενὶ δυνατόν, τῷ δὲ παναγίῳ καὶ ἐξόχῳ μάρτυρι τοῦ Χριστοῦ Δημητρίῳ καὶ μάλα ῥᾴδιον· τῇ γὰρ ἀΰλῳ αὐτοῦ ψυχῇ καὶ τῇ ἀθολώτῳ πίστει καὶ τὴν ἄνω βασιλίδα πόλιν Ἱερουσαλὴμ κατοικεῖ καὶ τῆς θρεψαμένης αὐτὸν Θεσσαλονίκης οὐκ ἀπολιμπάνεται. Ἔχει οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσιν οἴκους, προετρέψατο δέ σε, τὸν ἐμὸν δεσπότην, εἰς τὸν οἶκον αὐτοῦ γενόμενον τῆς ὑγιείας τυχεῖν. Σκεψώμεθα οὖν εἰ δυνατόν σε ἐν τῷ οἴκῳ αὐτοῦ τῷ εἰς τὴν ἄνω Ἱερουσαλὴμ παραγενέσθαι σῶμα φοροῦντα· τούτῳ γὰρ καὶ τῆς νόσου ἀπαλλάξαι ὑπέσχετο· ἀλλὰ μὴν οὐ δυνατὸν ἡμᾶς νῦν μετὰ γεώδους σκήνους τἀκεῖσε καταλαβεῖν. Λείπεται τοίνυν περὶ τοῦ ἐν ταύτῃ τῇ θεοφυλάκτῳ τῶν Θεσσαλονικέων μητροπόλει σεβασμίου οἴκου αὐτοῦ τὸν ἐν τῷ ὕπνῳ λαλήσαντά σοι σημήνασθαι. Τί οὖν μέλλομεν, ὦ δέσποτα, καὶ οὐκ ἄπιμεν καὶ τὴν παρ’ αὐτοῦ τρυγῶμεν ἐπισκοπήν;» 

Καὶ ταῦτα φήσας ὁ παῖς ἤγειρε τῆς κλίνης τὸν ἑαυτοῦ δεσπότην, καὶ μεθ’ ἑτέρων συνδούλων αὐτοῦ βαστάσας ταῖς χερσί, συμπλέγδην ἑκατέρωθεν αὐτοφυῆ καθέδραν αὐτῷ μηχανησάμενος, οὐδὲ γὰρ ἵππῳ ἢ φορείῳ ἐποχεῖσθαι ἐδύνατο, ἤνεγκεν ἐν τῷ πανσέπτῳ
ναῷ τοῦ πανενδόξου μάρτυρος Δημητρίου. Ὁ δὲ εἰσελθὼν καὶ ἰδὼν τὴν εὐπρέπειαν τοῦ οἴκου καὶ τὴν ἐν αὐτῷ πνευματικὴν εὐωδίαν τὴν τρέφουσαν τὰς ψυχὰς τῶν πιστῶν ὡς ὁ παράδεισος τοῦ θεοῦ, εἶπε τοῖς βαστάζουσιν αὐτὸν οἰκέταις· «Ῥίψατέ με πλωτὸν εἰς τὸ ἔδαφος.» Οἱ δὲ οὐκ ἐβούλοντο μέν, διὰ τὸ παντὶ μέρειτοῦ σώματος ἀκίνητον αὐτὸν ὑπάρχειν· ὅμως ἐγκελευομένῳ σφοδρότερον ὑπήκουσαν ἄκοντες. Ὁ δὲ ῥιφεὶς ἐπὶ τὴν μάρμαρον, καὶ τοῖς ὀφθαλμοῖς ἀναβλέψας μόνον, οὐδὲ γὰρ τὴν κεφαλὴν σαλεῦσαι ἐδύνατο, τῶν τενόντων πάντῃ διαλελυμένων, ηὔξατο οὕτως· «Ἅγιε καὶ πανάγιε ἀθλοφόρε καὶ γνήσιε δοῦλε Χριστοῦ, ὁ τὴν ψυχήν σου δοὺς ὑπὲρ αὐτοῦ καὶ ψυχὰς πολλῶν κερδήσας καὶ προσενέγκας αὐτῷ, ὁ τὸ σῶμά σου ταῖς λόγχαις τιτρωσκόμενον θεωρήσας ὑπὲρ αὐτοῦ καὶ μεγαλυνθείς, καὶ σώματα πολλῶν ἐκ τῶν μυλῶν τοῦ λέοντος ἐξαιρούμενος μέχρι νῦν καὶ ἀφαγνίζων πολιτείᾳ σεμνῇ καὶ προσφέρων θεῷ· εἰ γὰρ καὶ αἰσθητῶς νῦν οὐ προσομιλεῖς ἡμῖν, ἀλλ’ ἡ διδασκαλία σου καὶ ἡ χάρις κατὰ πάσης περιπολοῦσα τῆς χώρας, καὶ τῶν καρδιῶν ὡς ζῶσα φωνὴ δρασσομένη, περιμαλάττει καὶ ὑγιάζει καὶ ἐπιστρέφει, καὶ πίστεως πλήρεις καὶ πολιτείᾳ σεμνυνομένας προσάγει θεῷ· ἀλλὰ καὶ παντοδαπὰς νόσους ἀκήκοα καὶ πεπίστευκα τὴν σὴν ἐπισκίασιν ἐξορίσασαν· ἔπιδε οὖν, δέσποτά μου μετὰ θεόν, καὶ ἐπ’ ἐμέ, καὶ τὴν δεδωρημένην σοι χάριν ὑπ’ αὐτοῦ τῶν ἰαμάτων ἔκχεον εἰς ἐμὲ τὸν νέον παράλυτον, τὸν ἐν τῇ κολυμβήθρᾳ τῶν σπλάγχνων σου καταφυγόντα· εἰ γὰρ καὶ τριάκοντα καὶ ὀκτὼ ἔτη οὐκ ἔχω ἐν τῇ ἀσθενείᾳ, ἀλλὰ τριακοντάκις ὀκτὼ τοῖς ἀλγήμασιν ὑπερέβαλον ἐκεῖνον· διὰ τί δέ; πάντως ὅτι τὸ διδακτικὸν ἐμιμήσω τὸν θεόν σου Χριστόν, ζήλωσον αὐτὸν καὶ εἰς τὸ εὔσπλαγχνον καὶ φιλάνθρωπον· καὶ ζηλώσας ἔκχεον ἐπ’ ἐμὲ τὴν ἐλεημοσύνην σου καὶ τὰ οἰκτίρμονά σου ἰάματα. Ἐὰν γὰρ τὸ θέλειν σου μὴ κωλύσωσιν αἱ ἁμαρτίαι μου, τὸ ἐνεργεῖν καὶ δύνασθαι δέδωκέ σοι ὁ στεφανώσας σε· ὥσπερ οὖν ἐκεῖνος ὡς θεὸς εἰπὼν τό· ‘Ἔγειρε καὶ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει’, σύνδρομον ἔσχε τῷ ῥήματι τὴν ἐνέργειαν, οὕτω καὶ σὺ ὡς οἰκεῖος θεοῦ καὶ τὴν ἐξ αὐτοῦ χάριν ἠμφιεσμένος ἀφ’ οὗπερ ὑπὲρ αὐτοῦ τὸν καλλίνικον ἆθλον διήνυσας, θέλησον καὶ ἐν ἐμοί, κἀγὼ πρακτικῶς ἐξηγήσομαί σου τὴν δύναμιν· ἐγερθήσομαι γὰρ καὶ ἁλοῦμαι ὡς ἔλαφος ὁ χωλός, καὶ βαστάσω οὐ μόνον τὴν κλίνην μου ὡς ὁ παλαιὸς ἐκεῖνος παράλυτος, ἀλλὰ καὶ τὰ εὐχαριστήρια δῶρά μου, ἃ προσάξω τῷ οἴκῳ σου. Οὕτω γὰρ διὰ σοῦ, φιλανθρωπότατε μάρτυς Κυρίου, δοθήσεται αὐτῷ δόξα καὶ τιμὴ καὶ προσκύνησις σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι παρὰ τῶν νῦν ὁρώντων με ἀνθρώπων, καὶ εἰς ὕστερον μεμνημένων μου, καὶ παρὰ τῶν ἄνω δυνάμεων, εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.»

Καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, πάντων ἀκουόντων, προσέταξε τοῖς παισὶν ἆραι καὶ θεῖναι αὐτὸν ἐπὶ τῷ χαμαιστρώτῳ τῷ ἑτοιμασθέντι αὐτῷ ἐκεῖσε· καὶ τεθεὶς ἀφύπνωσεν εὐθὺς ἐκ καμάτου σώματος καὶ πόνου ψυχῆς. Καὶ ἰδοὺ πάλιν ὁρᾷ καθ’ ὕπνους τὸν πανάριστον ἐκεῖνον ἄνδρα καὶ ἐνδοξότατον Δημήτριον, ὃν καὶ πρόσθεν εἶδε, λέγοντα αὐτῷ· «Καλῶς ἦλθες καλῶς ὑπακούσας καὶ καλῶς νοήσας τὰ παρ’ ἐμοῦ σοι λεχθέντα· διὸ κἀγὼ σὺν θεῷ ἀποτελέσω τὰ ὑποσχεθέντα σοι· ἀλλὰ τὸ μὲν σῶμά σου ῥῶσαι, οὐ μέγα παρ’ ἐμοί· τὸ δὲ τὴν ψυχήν σου διαμεῖναι μετὰ τὴν ῥῶσιν τοῦ σώματος ἐν τῇ νῦν αὐτῆς εὐκατανύκτῳ προθέσει, τοῦτο δύσκολον· εἰώθασι γάρ πως αἱ ψυχαί, πιεζόμεναι μέν, κατὰ τὸ γεγραμμένον, ‘ἀπὸ θλίψεως κακῶν καὶ ὀδυνῶν’, ὁμολογεῖν τὴν δεσποτείαν καὶ ταπεινοῦν
ἑαυτὰς πρεσβείαις τε καὶ ἱκετηρίαις, κατὰ τὸ ψαλμικῶς ᾀσθέν· ‘ὅτ’ ἂν ἀπέκτεινεν αὐτοὺς τότε ἐξεζήτουν αὐτόν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν’, ἀνέσεως δὲ ἀξιούμεναι καὶ εὐημερίας καὶ ἀλύπου ζωῆς, ἀλαζονεύεσθαι καὶ ἐπαίρεσθαι, ὡς μὴ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ λαλεῖν ἀδικίαν. Πάλιν γέγραπται· ‘Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ’. Εἰ οὖν ἀσφαλίζῃ με διὰ ἀψευδοῦς καὶ εἰλικρινοῦς ὑποσχέσεως ὡς, ὑγιαίνων σωματικῶς, φυλάσσεις σου καὶ τὴν νῦν οὖσαν τῆς ψυχῆς ὑγίειαν, λέγω δὴ τὴν ταπείνωσιν καὶ τὴν περὶ θεὸν καὶ τὸν πλησίον ἀγάπην, ἕτοιμος ἡ τοῦ Χριστοῦ δι’ ἐμοῦ σοι βοήθεια.» Τοῦ δὲ εἰρηκότος ὅτι· «Σὺ γινώσκεις τὸν γνήσιόν σου Μαριανὸν μηδέποτε χαίροντα τῇ ὑπερηφανίᾳ», ἀπεκρίθη ὁ πανάριστος δῆθεν ἐκεῖνος Δημήτριος· «Οὐδὲν κακὸν ἔχεις, ὦ φίλτατε, μὴ ἀθύμει.» Καὶ δὴ καταψήχων τὴν κεφαλὴν αὐτοῦ τῇ δεξιᾷ χειρί, καὶ τὸν τένοντα ὑπορθῶν, καὶ τοὺς ὤμους σὺν τῷ στήθει περισφίγγων, καὶ ὅλον τὸ σῶμα ταῖς χερσὶν ἁφώμενος οὕτως ἔλεγε· «Χριστός σε ῥώννυσιν ὁ θεὸς ἡμῶν ὁ ἀνορθῶν τοὺς κατερραγμένους.»Καὶ εὐθέως ἐξυπνίσθη ὁ ὕπαρχος, ἔτι τῆς φωνῆς ὥσπερ ἐνηχούσης αὐτῷ,καὶ γλυκὺ δακρύσας τῇ χαρᾷ, ἐβούλετο διηγεῖσθαι τοῖς πέλας τὰ ὁραθέντα αὐτῷ· καὶ μέχρι μὲν τὰ κατὰ τὴν νουθεσίαν καὶ παραγγελίαν ἐξηγεῖτο καὶ τὴν αὐτοῦ ὁμολογίαν μετὰ δακρύων, ἡ γλῶττα μόνον ἐκινεῖτο, τοῦ ἄλλου παντὸς ἀκινήτου μένοντος σώματος· ὅτε δὲ ἤρξατο λέγειν ὡς τοῦ ἀνδρὸς αὐτῷ εἰρηκότος ὅτι· Χριστός σε ῥώννυσιν ὁ θεὸς ἡμῶν ὁ ἀνορθῶν τοὺς κατερραγμένους, εὐθέως, ἔτι τοῦ λόγου μὴ πληρωθέντος, ὀρθωθεὶς ἀφ’ ἑαυτοῦ, ἐκάθισεν ἐπὶ τῆς χαμαιστρώτου εὐνῆς ἐν ᾗ κατέκειτο· καὶ μὴ συνεὶς τὸ γεγενημένον, ἦν γὰρ ὥσπερ ἐξεστηκὼς τῇ χαρᾷ, ᾔτει φορέσαι καὶ προελθεῖν. Οἱ δὲ αὐτοῦ πλέον ἐκείνου καταπλαγέντες τὸ θαῦμα, καὶ μηδὲ ἀποκριθῆναι δυνάμενοι, μόλις ἐν ἑαυτοῖς γενόμενοι, καὶ πρὸς τὸ θαῦμα, καὶ μηδὲ ἀποκριθῆναι δυνάμενοι, μόλις ἐν ἑαυτοῖς γενόμενοι, καὶ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας διαδραμόντες, διὰ τὸ μακρὰν ἀφεστηκέναι τὸ πραιτώριον τῶν ὑπάρχων, ἐχρήσαντο στιχάριον καὶ ζώνην καὶ χλαῖναν καὶ ὑποδήματα· οὐδὲν γὰρ τούτων ἔτυχον μεθ’ ἑαυτῶν ἐκεῖσε βαστάσαντες, διὰ τὸ μηδὲ ἐλπίζειν αὐτοὺς εἰς χρείαν τῶν τοιούτων καταστῆναί ποτε τὸν αὐτῶν δεσπότην ἀκίνητον καθεστῶτα.

Ὁ δὲ φορέσας, καὶ μηδὲ παρά τινος ὑποστηριζόμενος, ἄπεισιν εἰς τὸ λεγόμενον
κιβώριον τὸ ἀργυροῦν τοῦ ἁγίου καὶ πανενδόξου μάρτυρος Δημητρίου, ἔνθα φασί τινες κεῖσθαι ὑπὸ γῆν τὸ πανάγιον αὐτοῦ λείψανον. Ἐκεῖσε τοίνυν παραγεγονὼς ὁ ἔπαρχος οἰκείοις ποσί, καὶ εἰσελθὼν καὶ ἀπερείσας τὸ πρόσωπον εἰς τὸ ὂν αὐτόθι ὡσανεὶ κραββάτιον ἐξ ἀργύρου, ἔνθα καὶ ἐντετύπωται τὸ θεοειδὲς πρόσωπον τοῦ αὐτοῦ πανσέπτου ἀθλοφόρου, ἔλεγε μετὰ κραυγῆς καὶ δακρύων· «Ἰδού, πανάγιε μάρτυς Χριστοῦ Δημήτριε, ἃ μὲν αὐτὸς ἐπηγγείλω περὶ τὸ ἐμὸν σῶμα πεπλήρωκας· ἃ δὲ ἐγὼ φυλάττειν ὡμολόγησα, λέγω δὴ τὴν περὶ λογισμοὺς ταπεινοφροσύνην, σόν ἐστι τὸ χαρίσασθαι πάλιν διὰ πρεσβείας τῆς πρὸς θεόν· οἶδας γὰρ ὅτι τρεπτὸς ὁ ἄνθρωπος καὶ σώματι καὶ ψυχῇ, καὶ πολλῆς τῆς ἐκ θεοῦ πάντοτε δεόμενος βοηθείας· ἐγὼ δὲ τὰ πρὸς τὴν σὴν θεραπείαν καὶ ἅπερ ὑπεσχόμην δραμοῦμαι πράξων.»

Καὶ εὐθέως ἐξελθὼν τοῦ θεοφόρου ἐκείνου ναοῦ, καὶ μηδὲ ἵππῳ κατὰ τὸ τοῖς ἄρχουσι σύνηθες ἐπικαθίσαι θελήσας, αὐτόπορος κάτεισιν εἰς τὸ πραιτώριον αὐτοῦ· καὶ ἄρας ὧν ἔχρῃζεν, ἄνεισι πάλιν εὐθὺς ἐπὶ τὸν σεβάσμιον οἶκον τοῦ μάρτυρος· καὶ προσκομίσας αὐτόθι χρύσεά τε καὶ ἀργύρεα εἴδη πολύτιμα καὶ πολλά, καὶ ἐν χρυσέοις στατῆρσιν οὐκ ὀλίγον ποσόν, ἔξεισι μικρὸν τοῦ οἴκου, καὶ
καθεσθεὶς ἐπὶ θρόνου, πάντας τοὺς δεομένους καὶ ἐν νόσοις ἐξεταζομένους ἐκέλευσε κηρύττειν διὰ τῆς πόλεως ἔρχεσθαι πρὸς αὐτόν· καὶ ἀθροισθέντων πλείστων ὡς ἀριθμὸν ὑπερβαίνειν, ἀπέλαυον πάντες τῶν τοῦ θεοῦ δωρεῶν καὶ τοῦ πανενδόξου μάρτυρος Δημητρίου διὰ τοῦ δούλου αὐτοῦ Μαριανοῦ τῶν ὑπάρχων. Εἰ δέ τις ψευδῆ με λέγειν ὑποτοπάζοι, ἱστορείτω τὴν ἐκ μουσείου συντεθειμένην ἐκεῖσε γραφὴν ἔξω τοῦ ναοῦ πρὸς τὸν ἀφορῶντα τοῖχον ἐπὶ τὸ τῆς πόλεως στάδιον, καὶπληροφορηθεὶς πιστεύσει τοῖς προειρημένοις. Ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διήγησις τῶν θαυματουργιῶν τοῦ ἁγίου καὶ πανενδόξου μεγαλομάρτυρος Δημητρίου








In early Christian miracle-working contests, as in Old Testament stories, there was no competition between divine power and magical alternatives. Two Byzantine sources provide early examples of moralistic tales with amulet motifs. A sixth-century story about the miracles of St. Demetrios describes a textual amulet based in part on Hebrew sources. In the story, the Devil has visited the plague upon the Byzantine port city of Thessaloniki and made its provincial governor Marianos gravely ill. After local physicians fail to cure Marianos, a young man or slave attempts to convince him to wear a textual amulet around his neck. Marianos declines out of fear for his immortal soul. Instead, he prays to St. Demetrios and venerates his relics in hope of divine healing. The rejected amulet is described as having been written on both sides of a piece of parchment (βεμβρανε δερμα) and containing magical letters and signs, names of unknown angels (which detractors could condemn as demonic), Hebrew writing (γραμμασιν εβραικοις), and multi-rayed figures (asterisks), which were used in late antique Syria to symbolize Hermes, divine messenger (a function comparable to that of Christ as Mediator). If the Jews knew the secret name of God, it followed that Hebrew words, names, and formulas would be particularly effective against demons.

* Don Skemer,
Binding Words: Textual Amulets in the Middle Ages (Magic in History)
[Λέξεις που Δένουν: Κειμενικά Φυλαχτά στο Μεσαίωνα (Η Μαγεία στην Ιστορία)],
The Pennsylvania State University, 2006,
pp./σσ. 38, 39.

No comments: