Thursday, September 15, 2011

Διονύσιος ο Θραξ, Περί ονόματος /

Dionysius Thrax, On the noun ("name")

(Τέχνη Γραμματική / Ars Grammatica 12)



 ιβ´   π ε ρ ὶ  ὀ ν ό μ α τ ο ς.

     
ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα ἢ πρᾶγμα σημαῖνον, σῶμα μὲν οἷον λίθος, πρᾶγμα δὲ οἷον παιδεία, κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μὲν οἷον ἄνθρωπος ἵππος, ἰδίως δὲ οἷον Σωκράτης. παρέπεται δὲ τῶι ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις.

γένη μὲν οὖν εἰσι τρία· ἀρσενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον ἵππος κύων, ἐπίκοινον δὲ οἷον χελιδών ἀετός.

εἴδη δέ δύο, πρωτότυπον καὶ παράγωγον. πρωτότυπον μὲν οὖν ἐστι τὸ κατὰ τὴν πρώτην θέσιν λεχθέν, οἷον Γῆ. παράγωνον δὲ τὸ ἀφ᾽ ἑτέρου τὴν γένεσιν ἐσχηκός, οἷον Γαιήιος (η 324).

εἴδη δὲ παραγώνων ἐστὶν ἑπτά· πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον, ῥηματικόν.

(α´) πατρωνυμικὸν μὲν οὖν ἐστι τὸ κυρίως ἀπό πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον Πηλείδης, Αἰακίδης ὁ Ἀχιλλεύς. - τύποι δὲ τῶν πατρωνυμικῶν ἀρσενικῶν μὲν τρεῖς, ὁ εἰς δης, ὁ εἰς ων, ὁ εἰς αδιος, οἷον Ἀτρείδης, Ἀτρείων, καὶ ὁ τῶν Αἰολέων ἴδιος τύπος Ὑρράδιος· Ὕρρα γὰρ παῖς ὁ Πιττακός. θηλυκῶν δὲ οἱ ἴσοι τρεῖς, ὁ εἰς ις, οἷον Πριαμίς, καὶ ὁ εἰς ας, οἷον Πελιάς, καὶ ὁ εἰς νη, οἷον Ἀδρηστίνη (Ε 412). - ἀπὸ δὲ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν εἶδος ὁ Ὅμηρος, ἀλλ᾽ οἱ νεώτεροι.

(β´) κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, ἐμπεριειλημμένου τοῦ κτήτορος, οἷον +Νηλήϊοι+ ἵπποι (Λ 597), Ἑκτόρεος χιτών (Β 416), Πλατωνικὸν βιβλίον.

(γ´) συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισις ἔχον ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ, ὡς Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος, ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλλεὺς ἀνδρειότερος τῶν Τρώων. τῶν δὲ συγκριτικῶν τύποι εἰσὶ τρεῖς, ὁ εἰς τερος, οἷον ὀξύτερος βραδύτερος, καὶ ὁ εἰς ων +καθαρός+, οἷον βελτίων καλλίων, καὶ ὁ εἰς ων, οἷον κρείσσων ἥσσων.

(δ´) ὑπερθετικὸν δέ ἐστι τὸ κατ᾽ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει. τύποι δὲ αὐτοῦ εἰσι δύο, ὁ εἰς τατος, οἷον ὀξύτατος βραδύτατος, καὶ ὁ εἰς τος, οἷον ἄριστος μέγιστος.

(ε´) ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν, οἷον ἀνθρωπίσκος λίθαξ μειρακύλλιον.

(ς´) παρώνυμον δέ ἐστι τὸ παρ᾽ ὄνομα ποιηθέν, οἷον Θέων +Τρύφων+.

(ζ´) ῥηματικὸν δέ ἐστι τὸ ἀπὸ ῥήματος παρηγμένον, οἷον Φιλήμων Νοήμων.

σχήματα δὲ ὀνομάτων ἐστὶ τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον Μέμνων, σύνθετον δὲ οἷον Ἀγαμέμνων, παρασύνθετον δὲ οἷον Ἀγαμεμνονίδης +Φιλιππίδης+. - τῶν δὲ συνθέτων διαφοραί εἰσι τέσσαρες. ἃ μὲν γὰρ αὐτῶν +εἰσιν+ ἐκ δύο τελείων, ὡς Χειρίσοφος, ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς, ἃ δὲ ἐξ ἀπολείποντος καὶ τελείου, ὡς Φιλόδημος, ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς.

ἀριθμοὶ τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ Ὅμηρος, δυϊκὸς δὲ τὼ Ὁμήρω, πληθυντικὸς δὲ οἱ Ὅμηροι. - εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον δῆμος χορός ὄχλος· καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μὲν ὡς Ἀθῆναι Θῆβαι, δυϊκῶν δὲ ὡς ἀμφότεροι.

πτώσεις ὀνομάτων εἰσὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική. λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική, ἡ δὲ δοτικὴ ἐπισταλτική, ἡ δὲ αἰτιατικὴ +κατ᾽+ αἰτιατικήν, ἡ δὲ κλητικὴ προσαγορευτική.

ὑποπέπτωκε δὲ τῶι ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύεται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, +διώνυμον+, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορικὸν ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενικόν, +ἰδικόν+, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, +μετουσιαστικόν+.

(α´) κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον, οἷον Ὅμηρος Σωκράτης.

(β´) προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος ἵππος.

(γ´) ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν +ὁμωνύμως+ τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς ὡς σώφρων ἀκόλαστος, ἀπό δὲ σώματος ὡς ταχύς βραδύς, ἀπὸ δὲ τῶν ἐκτὸς ὡς πλούσιος πένης.

(δ´) πρός τι ἔχον δέ ἐστιν ὡς πατήρ υἱός φίλος δεξιός.

(ε´) ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ ἡμέρα +θάνατος ζωή+.

(ς´) ὁμώνυμον δέ ἐστιν +ὄνομα+ τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, +οἷον+ ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ Αἴας ὁ Ἰλέως, ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάσσιος καὶ μῦς γηγενής.

(ζ´) συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ ξίφος μάχαιρα σπάθη φάσγανον.

(η´) φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης.

(θ´) διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ᾽ ἑνὸς κυρίου τεταγμένα, οἷον Ἀλέξανδρος ὁ καὶ Πάρις, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γάρ, εἴ τις Ἀλέξανδρος, οὗτος καὶ Πάρις.

(ι´) ἐπώνυμον δέ ἐστιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ᾽ ἑτέρου κυρίου καθ᾽ ἑνὸς λεγόμενον, ὡς Ἐνοσίχθων ὁ Ποσειδῶν καὶ Φοῖβος ὁ Ἀπόλλων.

(ια´) ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς Φρύξ Γαλάτης.

(ιβ´) ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ κατ᾽ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος.

(ιγ´) ἀόριστον δέ ἐστι τὸ τῶι ἐρωτηματικῶι ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος.

(ιδ´) ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁνοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοιοῦτος τοσοῦτος τηλικοῦτος.

(ιε´) περιληπτικὸν δέ ἐστι τὸ τῶι ἑνικῶι ἀριθμῶι πλῆθος σημαῖνον, οἷον δῆμος χορός ὄχλος.

(ις´) ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος.

(ιζ´) περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῶι τι περιεχόμενον, οἷον δαφνών παρθενών.

(ιη´) πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος +ὀρυγμαδός+.

(ιθ´) γενικὸν δέ ἐστὶ τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῶον φυτόν.

(κ´) +ἰδικὸν+ δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία.

(κα´) τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος.

(κβ´) ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο τρεῖς.

(κγ´) ἀπολελυμένον δέ ἐστιν ὃ καθ᾽ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος.
[επεξήγηση: Απολελυμένο είναι το σύνθετο ουσιαστικό του οποίου η νέα έννοια συνάγεται ως αυτονόητη από τα συνθετικά του. Π.χ. σκουπόξυλο, θεολόγος, λεκανοπέδιο, ποδόλουτρο, κρεβατοκάμαρα.]

(κδ´) +μετουσιαστικὸν+ δέ ἐστι τὸ μετέχον οὐσίας τινός, οἷον πύρινος δρύϊνος ἐλάφινος.

     τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μὲν ὡς κριτής ὁ κρίνων, πάθος δὲ ὡς κριτός ὁ κρινόμενος.

Διονύσιος ο Θραξ / Dionysius Thrax,
Τέχνη Γραμματική / Ars Grammatica 12 (Περί ονόματος / On the noun ("name"))

The Grammar of Dionysios Thrax  * ,
transl. by Thos. Davidson,
The Journal of Speculative Philosophy, Vol. 8, No. 4 (October, 1874),
pp. 8-11 [orig. 326-339].
[English/Αγγλικά, PDF]



Immanuel Bekker,
Anecdota Graeca, Vol. 2,
Apud G.C. Nauckium, 1816.
[Ελληνικά/Greek, PDF]

No comments: