Sunday, August 26, 2012

Jews & "heretics"
under harsh persecution
in the Byzantine empire /

Ιουδαίοι & «αιρετικοί»
υπό σκληρό διωγμό
στη Βυζαντινή αυτοκρατορία










Ιουδαίοι που περιτέμνουν Χριστιανό
τιμωρούνται με κεφαλική ποινή και δημεύονται.

Jews who circumcise a Christian
they incure capital punishment and confiscation.




Μιχαήλ Ατταλειάτης / Michael Attaleiates,
Πόνημα νομικὸν ἤτοι σύνοψις πραγματική / Jus Graecoromanum,

ΤΙΤΛΟΣ Γʹ.
Περὶ τῆς ἀνωτάτω τριάδος καὶ πίστεως καθολικῆς,
καὶ περὶ τοῦ μηδένα τολμᾶν περὶ αὐτῆς δημοσίως ἀμφισβητεῖν,
καὶ περὶ αἱρετικῶν.

Ζήτει βιβλίον τῶν Βασιλικῶν αʹ.


αʹ. Χριστιανός ἐστιν, ὁ πιστεύων μίαν εἶναι θεότητα, ἐν ἴσῃ ἐξουσίᾳ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ὁ γὰρ παρὰ τὰ εἰρημένα δοξάζων, αἱρετικός ἐστιν.

βʹ. Μηδεὶς τοῖς τῶν αἱρετικῶν μυστηρίοῖς, ἀνεώχθω τόπος.

γʹ. Μὴ λαμβανέτω Ἰουδαῖος Χριστιανήν, μήτε Χριστιανὸς Ἰουδαίαν. Καὶ ἁπλῶς αἱρετικοὶ καὶ ἀλλόπιστοι μηδὲ κατά τινα πρόφασιν Χριστιανοῖς πρὸς γάμον συναπτέσθωσαν.

δʹ. Μηδεὶς αἱρετικὸς ἐπίκτησιν ποιείτω πράγματος ἀκινήτου ἐκκλησιαστικοῦ, μηδὲ κατὰ μίσθωσιν ἢ ἐμφύτευσιν. Εἰ δέ τι τοιοῦτον ἁμαρτηθῇ, τὸ δοθὲν ὑπὲρ τῆς τοιαύτης αἰτίας ἀπολέσας ὁ αἱρετικός.

εʹ. Ὁ συκοφαντήσας ἐγκληματικῶς ἐπίσκοπον τριάκοντα χρυσίου λίτρας προστιμάσθω τῷ δημοσίῳ.

ϛʹ. Τοὺς ἐπισκόπους ἀπαγορεύομεν μὴ ἀφορίζειν τινὰ τῆς ἁγίας κοινωνίας, ἄνευ τὸ δειχθῆναι αἰτίαν εὔλογον. Ὁ δὲ ἀναποδείκτως ἀφορίζων, κωλύεται τῆς ἁγίας κοινωνίας ἐπὶ χρόνον.

ζʹ. Οἱ ἐπίσκοποι δωρεὰν καὶ ἀμισθὶ προχειριζέσθωσαν. Ἐὰν γάρ τι δοθῇ, ἐκπίπτει τῆς ἱερωσύνης καὶ ὁ λαβὼν καὶ ὁ δεδωκώς. Εἰ δὲ λαϊκός ἐστιν ὁ δεδωκώς, δίδωσι τὸ διπλάσιον.

ηʹ. Οἱ ἐπίσκοποι, καὶ οἱ μοναχοὶ μὴ γινέσθωσαν ἐπίτροποι ἢ κουράτορες, κἂν θέλωσι.

θʹ. Μοναχὸς τοῦ μοναστηρίου ἀναχωρῶν, καὶ ἰδιώτου βίον ἑλόμενος, ἀπόλλει ὅσα εἰσήγαγεν εἰς τὸ μοναστήριον.

ιʹ. Πρεσβύτερος ἢ διάκονος χρηματικῶς ψευδομαρτυρῶν, τρεῖς ἐνιαυτοὺς τῆς ἱερουργίας χωρίζεται· ἐγκληματικῶς δέ, τῆς ἀξίας γυμνούμενος τιμωρεῖται.

ιαʹ. Δοῦλος γινώσκοντος τοῦ δεσπότου καὶ σιωπῶντος χειροτονούμενος κληρικός, ἐλευθεροῦται.

ιβʹ. Οὔτε μητροπολίτης οὔτε ἐπίσκοπος ἀπαιτεῖται ἐγγύην οὐδὲ ὁμολογίαν ὑπὲρ δίκης κἂν ἐνάγηται.

ιγʹ. Ὁ ὑβρίζων ἐπίσκοπον ἢ κληρικὸν ἐν ἁγίᾳ λειτουργίᾳ ἢ ἐν λιτῇ, βασανίζεται καὶ ἐξορίᾳ παραπέμπεται. Ὁ δὲ ταράσσων τὰς θείας λειτουργίας ἢ τὰς ἁγίας λιτάς, καὶ κωλύων αὐτὰς μὴ γίνεσθαι, κεφαλικῶς τιμωρεῖται.

ιδʹ. Οὐδεμίαν ἄδειαν παρέχομεν ἢ τοῖς γονεῦσι τοὺς παῖδας ἢ τοῖς παισὶ τοῦ γονεῖς τὴν κοσμικὴν διαγωγὴν καταλιμπάνοντας ὡς ἀχαρίστους ἀποκλείειν τῆς ἰδίας κληρονομίας ὑπὲρ αἰτίας πρὸ τοῦ μοναχικοῦ βίου προακολουθησάσης.

ιεʹ. Ἐὰν μοναχὸς καταλείψας τὸ ἴδιον μοναστήριον εἰς ἄλλο ἔλθῃ, εἴ τινα πράγματα ἐν τῷ καιρῷ, καθ’ ὃν τὸ μοναστήριον κατέλειπεν, ἔχειν φανῇ, τῷ πρώτῳ μοναστηρίῳ, ἐν ᾧ ἐξαρχῆς εἰσῆλθε, διαφέρειν κελεύομεν.

ιϛʹ. Εἴ τις ἁρπάσῃ ἢ ὑπονοθεύσῃ ἢ διαφθείρῃ ἀσκήτριαν, ἢ διακόνισσαν ἢ μονάστριαν, τὰ τούτου πράγματα καὶ τῶν τοιούτου μύσους αὐτῷ συμμετασχόντων κελεύομεν τῷ εὐαγεῖ τόπῳ ἐν ᾧ ἡ τοιαύτη γυνὴ ᾤκει, ἐκδικεῖσθαι· τοὺς δὲ τὰ τοιαῦτα πλημμελήσαντας καὶ τοὺς μετασχόντας τὸν ἐκ τοῦ νόμου κίνδυνον ὑπομένειν· τὰς δὲ γυναῖκας ἀναζητεῖσθαι, καὶ μετὰ τῶν ἰδίων πραγμάτων εἰς μοναστήριον ἐμβάλλεσθαι.

ιζʹ. Ἐξέστω ἑκάστῳ τελευτῶντι τὰ οἰκεῖα πράγματα καταλιμπάνειν ταῖς ἁγίαις ἐκκλησίαις, προστάττειν δὲ διὰ τούτων καὶ εὐκτήριον οἶκον καὶ ξενῶνα καὶ νοσοκομεῖον καὶ μοναστήριον κτίζεσθαι, καὶ διοικεῖσθαι κατὰ τὸ διατεταγμένον παρ’ αὐτοῦ. Δεῖ γὰρ φυλάττεσθαι τὰς γνώμας αὐτῶν.

ιηʹ. Μέχρι τῶν πρὸ τῆς δημοσίας ἀγορᾶς τῆς ἐκκλησίας ὅρων τὸ ἀσφαλὲς ἐχέτωσαν οἱ πρόσφυγες.

ιθʹ. Ὁ ἐξεῶν τινὰ προσφυγόντα τῇ ἐκκλησίᾳ, ὡς ἱερόσυλος τιμωρεῖται.

κʹ. Μηδεὶς εὐαγὴς οἶκος Κωνσταντινουπόλεως ἐκποιείτω ἀκίνητον πρᾶγμα, μήτε κατὰ πρᾶσιν, μήτε κατ’ ἐμφύτευσιν, εἰμὴ ἐρημοτόπιόν ἐστιν ἀπρόσοδον. Τὰ δὲ μοναστήρια τὰ ἐν τῇ βασιλευούσῃ καὶ τὰ ἐν ἐπαρχίαις, καὶ αἱ ἐν ἐπαρχίαις ἐκκλησίαι δύνανται καὶ ἐκποιεῖσθαι καὶ διηνεκῶς εἰς ἐμφύτευσιν ἐκδιδόναι, μετὰ συντετηρημένης καὶ εὐλόγου αἰτίας.

καʹ. Χρεῶν ὑπόντων δύνανται καὶ εὐαγεῖς οἶκοι πωλεῖν τὰ περιττὰ ἱερά.

κβʹ. Ἐὰν ὁ λαβὼν εἰς ἐμφύτευσιν ἀπὸ ἐκκλησίας ἐπὶ δύο ἐνιαυτοὺς μὴ παράσχῃ τὸ ἐμφυτευτικὸν δημόσιον, μετὰ ἐπιφωνήσεις καὶ ὀχλήσεις ἐκπίπτει τοῦ πράγματος.

κγʹ. Ἀπαγορεύομεν καὶ τοῖς ὁσιωτάτοις ἐπισκόποις πράγματα κινητὰ ἢ ἀκίνητα ἢ αὐτοκίνητα, ὅσα μετὰ τὴν ἐπισκοπὴν εἰς αὐτοὺς οἱῳδήποτε τρόπῳ περιέλθοι, εἰς ἰδίους συγγενεῖς κατά τινα τρόπον μεταφέρειν· εἰς αἰχμαλώτων δὲ ἀνάῤῥησιν καὶ πτωχῶν ἀποτροφάς, καὶ εἰς ἄλλας εὐσεβεῖς αἰτίας, ἢ ὑπὲρ τοῦ συμφέροντος τῆς ἰδίας ἐκκλησίας (ἐκ τούτων δαπανᾶν ἄδειαν ἐχέτωσαν)· δύνανται δὲ ἅπερ πρὸ τῆς ἐπισκοπῆς εἶχον, ἢ μετὰ τὴν ἐπισκοπὴν ἀπὸ συγγενῶν ἔλαβον, καταλιμπάνειν οἷς ἂν βουληθεῖεν.

κδʹ. Πᾶσα ἀγωγὴ ἁρμόζουσα σεπτῷ οἴκῳ, εἰς τεσσαρακονταετίαν ἐπεκτείνεται. Ἔσωθεν γὰρ ταύτης δύναται τὸ μέρος τῆς ἐκκλησίας κινεῖν καὶ ζητεῖν τὸ ἴδιον παρὰ ἀλλοτρίου κατεχόμενον, εἴτε κινητόν ἐστιν ἢ ἀκίνητον, εἴτε χρεωστούμενον ἐξ οἱασδηποτοῦν αἰτίας. Ὅταν δὲ εὐαγὴς οἶκος πρὸς εὐαγῆ οἶκον ἔχῃ, ἡ τριακονταετία ἀντίκειται.

[...]

σλεʹ. Ὁ ἀπὸ Χριστιανῶν Ἰουδαῖος γενόμενος δημευέσθω.

σλϛʹ. Ὁ τὴν ὀρθόδοξον πίστιν κλέπτων, μήτε διατιθέσθω, μήτε δωρείσθω, μήτε διὰ πράσεως εἰκονικῆς εἰς ἀπάτην τοῦ νόμου φερέτω. Διαδεχέσθωσαν δὲ αὐτὸν ἐξ ἀδιαθέτου μόνοι Χριστιανοὶ συγγενεῖς. Ἡ δὲ κατ’ αὐτοῦ ἀγωγὴ μὴ περιοριζέσθω χρόνῳ. Ἐκεῖνος δὲ ἔστω μόνος ὑπὸ μέμψιν, ὃς ἔθυσεν ἢ θύσαι τινὶ ἐνετείλατο.

σλζʹ. Ἐὰν Ἰουδαῖος Χριστιανὸν πρὸς τὴν ἰδίαν θρησκείαν ἐφελκύσαι τολμήσῃ, δημευέσθω καὶ τὴν δι’ αἵματος τιμωρίαν ὑπομενέτω.

σληʹ. Πᾶς μὴ Χριστιανὸς οἰκέτην ἔχων Χριστιανόν, τριάκοντα χρυσίου λίτρας καταθήσει τῷ δημοσίῳ, καὶ εἰς ἐλευθερίαν ἁρπαζομένου τοῦ οἰκέτου.






* Iuris Graeco-Romani tomus secundus,
(Marquard Freher & Johannes Leunclavius, 1596),
pp./σσ. 6-8.
[Greek-Latin/Ελληνικά-Λατινικά, PDF]


No comments: