.

Wednesday, November 21, 2012

Ο Ωριγένης σχετικά με
το κύριο όνομα του Θεού
& τον μεταφρασμένο όρο «κύριος» /

Origen concerning
the proper name of God
& the translated term “lord”







Εκλογαί εις τον Ιεζεκιήλ κεφ. 8 /
Selecta in Ezechielem chap. 8

MPG
13:795, 796


«Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου»: Ἔν τισι δὲ  γέγραπται, Χεὶρ Κυρίου Κυρίου. Καί γε ἐν ἄλλοις εἰρήκαμεν, ὅτι πολλαχοῦ τὸ ἐκφωνούμενον ἐν τῇ Κύριος φωνῇ τὸ σεβάσμιον παρ’ Ἑβραίοις ἐστὶν ὄνομα τοῦ Θεοῦ, ὅ τι περ οὐ ταχέως προφέρονται.  Πλὴν ἔσθ’ ὅτε τὸ κύριος τάσσεται καὶ ἐπὶ τῶν δούλων κυρίου. Ἔνθα οὖν κεῖται τὸ, Κύριος Κύριος, χρὴ εἰδέναι, ὅτι τὸ μὲν ἕτερον οἱονεὶ τὸ κύριον ὄνομα καὶ ἄῤῥητόν ἐστι τοῦ Θεοῦ· τὸ δὲ λοιπὸν τὸ, Κύριος, Ἑβραίοις Ἀδωναῒ, ἐπὶ τοῦ Κυρίου τάσσουσιν, ὁτὲ μὲν προφερόμενοι τὴν φωνὴν ἐπὶ τοῦ ἀῤῥήτου ὀνόματος, ὁτὲ δὲ οἱονεὶ ἐπὶ τοῦ Κυρίου τῶν δούλων. Τὸ οὖν Ἀδωναῒ Κύριος τῷ νοήσαντι τὰ εἰρημένα περὶ τοῦ ἀῤῥήτου ὀνόματος οὐδὲν διαφέρει τοῦ Κύριος, ὡς ἐκδεδώκαμεν.



No comments: