Καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, πάντων ἀκουόντων, προσέταξε τοῖς παισὶν ἆραι καὶ θεῖναι αὐτὸν ἐπὶ τῷ χαμαιστρώτῳ τῷ ἑτοιμασθέντι αὐτῷ ἐκεῖσε· καὶ τεθεὶς ἀφύπνωσεν εὐθὺς ἐκ καμάτου σώματος καὶ πόνου ψυχῆς. Καὶ ἰδοὺ πάλιν ὁρᾷ καθ’ ὕπνους τὸν πανάριστον ἐκεῖνον ἄνδρα καὶ ἐνδοξότατον Δημήτριον, ὃν καὶ πρόσθεν εἶδε, λέγοντα αὐτῷ· «Καλῶς ἦλθες καλῶς ὑπακούσας καὶ καλῶς νοήσας τὰ παρ’ ἐμοῦ σοι λεχθέντα· διὸ κἀγὼ σὺν θεῷ ἀποτελέσω τὰ ὑποσχεθέντα σοι· ἀλλὰ τὸ μὲν σῶμά σου ῥῶσαι, οὐ μέγα παρ’ ἐμοί· τὸ δὲ τὴν ψυχήν σου διαμεῖναι μετὰ τὴν ῥῶσιν τοῦ σώματος ἐν τῇ νῦν αὐτῆς εὐκατανύκτῳ προθέσει, τοῦτο δύσκολον· εἰώθασι γάρ πως αἱ ψυχαί, πιεζόμεναι μέν, κατὰ τὸ γεγραμμένον, ‘ἀπὸ θλίψεως κακῶν καὶ ὀδυνῶν’, ὁμολογεῖν τὴν δεσποτείαν καὶ ταπεινοῦν ἑαυτὰς πρεσβείαις τε καὶ ἱκετηρίαις, κατὰ τὸ ψαλμικῶς ᾀσθέν· ‘ὅτ’ ἂν ἀπέκτεινεν αὐτοὺς τότε ἐξεζήτουν αὐτόν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν’, ἀνέσεως δὲ ἀξιούμεναι καὶ εὐημερίας καὶ ἀλύπου ζωῆς, ἀλαζονεύεσθαι καὶ ἐπαίρεσθαι, ὡς μὴ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ λαλεῖν ἀδικίαν. Πάλιν γέγραπται· ‘Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ’. Εἰ οὖν ἀσφαλίζῃ με διὰ ἀψευδοῦς καὶ εἰλικρινοῦς ὑποσχέσεως ὡς, ὑγιαίνων σωματικῶς, φυλάσσεις σου καὶ τὴν νῦν οὖσαν τῆς ψυχῆς ὑγίειαν, λέγω δὴ τὴν ταπείνωσιν καὶ τὴν περὶ θεὸν καὶ τὸν πλησίον ἀγάπην, ἕτοιμος ἡ τοῦ Χριστοῦ δι’ ἐμοῦ σοι βοήθεια.» Τοῦ δὲ εἰρηκότος ὅτι· «Σὺ γινώσκεις τὸν γνήσιόν σου Μαριανὸν μηδέποτε χαίροντα τῇ ὑπερηφανίᾳ», ἀπεκρίθη ὁ πανάριστος δῆθεν ἐκεῖνος Δημήτριος· «Οὐδὲν κακὸν ἔχεις, ὦ φίλτατε, μὴ ἀθύμει.» Καὶ δὴ καταψήχων τὴν κεφαλὴν αὐτοῦ τῇ δεξιᾷ χειρί, καὶ τὸν τένοντα ὑπορθῶν, καὶ τοὺς ὤμους σὺν τῷ στήθει περισφίγγων, καὶ ὅλον τὸ σῶμα ταῖς χερσὶν ἁφώμενος οὕτως ἔλεγε· «Χριστός σε ῥώννυσιν ὁ θεὸς ἡμῶν ὁ ἀνορθῶν τοὺς κατερραγμένους.»Καὶ εὐθέως ἐξυπνίσθη ὁ ὕπαρχος, ἔτι τῆς φωνῆς ὥσπερ ἐνηχούσης αὐτῷ,καὶ γλυκὺ δακρύσας τῇ χαρᾷ, ἐβούλετο διηγεῖσθαι τοῖς πέλας τὰ ὁραθέντα αὐτῷ· καὶ μέχρι μὲν τὰ κατὰ τὴν νουθεσίαν καὶ παραγγελίαν ἐξηγεῖτο καὶ τὴν αὐτοῦ ὁμολογίαν μετὰ δακρύων, ἡ γλῶττα μόνον ἐκινεῖτο, τοῦ ἄλλου παντὸς ἀκινήτου μένοντος σώματος· ὅτε δὲ ἤρξατο λέγειν ὡς τοῦ ἀνδρὸς αὐτῷ εἰρηκότος ὅτι· Χριστός σε ῥώννυσιν ὁ θεὸς ἡμῶν ὁ ἀνορθῶν τοὺς κατερραγμένους, εὐθέως, ἔτι τοῦ λόγου μὴ πληρωθέντος, ὀρθωθεὶς ἀφ’ ἑαυτοῦ, ἐκάθισεν ἐπὶ τῆς χαμαιστρώτου εὐνῆς ἐν ᾗ κατέκειτο· καὶ μὴ συνεὶς τὸ γεγενημένον, ἦν γὰρ ὥσπερ ἐξεστηκὼς τῇ χαρᾷ, ᾔτει φορέσαι καὶ προελθεῖν. Οἱ δὲ αὐτοῦ πλέον ἐκείνου καταπλαγέντες τὸ θαῦμα, καὶ μηδὲ ἀποκριθῆναι δυνάμενοι, μόλις ἐν ἑαυτοῖς γενόμενοι, καὶ πρὸς τὸ θαῦμα, καὶ μηδὲ ἀποκριθῆναι δυνάμενοι, μόλις ἐν ἑαυτοῖς γενόμενοι, καὶ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας διαδραμόντες, διὰ τὸ μακρὰν ἀφεστηκέναι τὸ πραιτώριον τῶν ὑπάρχων, ἐχρήσαντο στιχάριον καὶ ζώνην καὶ χλαῖναν καὶ ὑποδήματα· οὐδὲν γὰρ τούτων ἔτυχον μεθ’ ἑαυτῶν ἐκεῖσε βαστάσαντες, διὰ τὸ μηδὲ ἐλπίζειν αὐτοὺς εἰς χρείαν τῶν τοιούτων καταστῆναί ποτε τὸν αὐτῶν δεσπότην ἀκίνητον καθεστῶτα.
Ὁ δὲ φορέσας, καὶ μηδὲ παρά τινος ὑποστηριζόμενος, ἄπεισιν εἰς τὸ λεγόμενον κιβώριον τὸ ἀργυροῦν τοῦ ἁγίου καὶ πανενδόξου μάρτυρος Δημητρίου, ἔνθα φασί τινες κεῖσθαι ὑπὸ γῆν τὸ πανάγιον αὐτοῦ λείψανον. Ἐκεῖσε τοίνυν παραγεγονὼς ὁ ἔπαρχος οἰκείοις ποσί, καὶ εἰσελθὼν καὶ ἀπερείσας τὸ πρόσωπον εἰς τὸ ὂν αὐτόθι ὡσανεὶ κραββάτιον ἐξ ἀργύρου, ἔνθα καὶ ἐντετύπωται τὸ θεοειδὲς πρόσωπον τοῦ αὐτοῦ πανσέπτου ἀθλοφόρου, ἔλεγε μετὰ κραυγῆς καὶ δακρύων· «Ἰδού, πανάγιε μάρτυς Χριστοῦ Δημήτριε, ἃ μὲν αὐτὸς ἐπηγγείλω περὶ τὸ ἐμὸν σῶμα πεπλήρωκας· ἃ δὲ ἐγὼ φυλάττειν ὡμολόγησα, λέγω δὴ τὴν περὶ λογισμοὺς ταπεινοφροσύνην, σόν ἐστι τὸ χαρίσασθαι πάλιν διὰ πρεσβείας τῆς πρὸς θεόν· οἶδας γὰρ ὅτι τρεπτὸς ὁ ἄνθρωπος καὶ σώματι καὶ ψυχῇ, καὶ πολλῆς τῆς ἐκ θεοῦ πάντοτε δεόμενος βοηθείας· ἐγὼ δὲ τὰ πρὸς τὴν σὴν θεραπείαν καὶ ἅπερ ὑπεσχόμην δραμοῦμαι πράξων.»
Καὶ εὐθέως ἐξελθὼν τοῦ θεοφόρου ἐκείνου ναοῦ, καὶ μηδὲ ἵππῳ κατὰ τὸ τοῖς ἄρχουσι σύνηθες ἐπικαθίσαι θελήσας, αὐτόπορος κάτεισιν εἰς τὸ πραιτώριον αὐτοῦ· καὶ ἄρας ὧν ἔχρῃζεν, ἄνεισι πάλιν εὐθὺς ἐπὶ τὸν σεβάσμιον οἶκον τοῦ μάρτυρος· καὶ προσκομίσας αὐτόθι χρύσεά τε καὶ ἀργύρεα εἴδη πολύτιμα καὶ πολλά, καὶ ἐν χρυσέοις στατῆρσιν οὐκ ὀλίγον ποσόν, ἔξεισι μικρὸν τοῦ οἴκου, καὶ καθεσθεὶς ἐπὶ θρόνου, πάντας τοὺς δεομένους καὶ ἐν νόσοις ἐξεταζομένους ἐκέλευσε κηρύττειν διὰ τῆς πόλεως ἔρχεσθαι πρὸς αὐτόν· καὶ ἀθροισθέντων πλείστων ὡς ἀριθμὸν ὑπερβαίνειν, ἀπέλαυον πάντες τῶν τοῦ θεοῦ δωρεῶν καὶ τοῦ πανενδόξου μάρτυρος Δημητρίου διὰ τοῦ δούλου αὐτοῦ Μαριανοῦ τῶν ὑπάρχων. Εἰ δέ τις ψευδῆ με λέγειν ὑποτοπάζοι, ἱστορείτω τὴν ἐκ μουσείου συντεθειμένην ἐκεῖσε γραφὴν ἔξω τοῦ ναοῦ πρὸς τὸν ἀφορῶντα τοῖχον ἐπὶ τὸ τῆς πόλεως στάδιον, καὶπληροφορηθεὶς πιστεύσει τοῖς προειρημένοις. Ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.