«{ΕΡΑΝ.} Χαριῇ μοι τοῦτο δρῶν· τὴν γὰρ ὠφέλειαν αὐξήσεις.
{ΟΡΘ.} Οἶσθα ὅτι ἄρτον ὁ δεσπότης τὸ οἰκεῖον προσηγόρευσε σῶμα;
{ΕΡΑΝ.} Οἶδα.
{ΟΡΘ.} Καὶ ἑτέρωθι δὲ τὴν σάρκα σῖτον ὠνόμασεν;
{ΕΡΑΝ.} Οἶδα καὶ τοῦτο. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· “Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου·” καί· “Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ,πολὺν καρπὸν φέρει.”
{ΟΡΘ.} Ἐν δέ γε τῇ τῶν μυστηρίων παραδόσει, σῶμα τὸν ἄρτον ἐκάλεσε, καὶ αἷμα τὸ κρᾶμα.
{ΕΡΑΝ.} Οὕτως ὠνόμασεν.
{ΟΡΘ.} Ἀλλὰ καὶ κατὰ φύσιν, τὸ σῶμα σῶμα ἂν εἰκότως κληθείη, καὶ τὸ αἷμα αἷμα.
{ΕΡΑΝ.} Ὡμολόγηται.
{ΟΡΘ.} Ὁ δέ γε σωτὴρ ὁ ἡμέτερος ἐνήλλαξε τὰ ὀνόματα, καὶ τῷ μὲν σώματι τὸ τοῦ συμβόλου τέθεικεν ὄνομα, τῷ δὲ συμβόλῳ τὸ τοῦ σώματος· οὕτως ἄμπελον ἑαυτὸν ὀνομάσας, αἷμα τὸ σύμβολον προσηγόρευσεν.
{ΕΡΑΝ.} Τοῦτο μὲν ἀληθῶς εἴρηκας. Ἐβουλόμην δὲ τὴν αἰτίαν μαθεῖν τῆς τῶν ὀνομάτων ἐναλλαγῆς.
{ΟΡΘ.} Δῆλος ὁ σκοπὸς τοῖς τὰ θεῖα μεμυημένοις. Ἠβουλήθη γὰρ τοὺς τῶν θείων μυστηρίων μεταλαγχάνοντας μὴ τῇ φύσει τῶν προκειμένων προσέχειν, ἀλλὰ διὰ τῆς τῶν ὀνομάτων ἐναλλαγῆς πιστεύειν τῇ ἐκ τῆς χάριτος γεγενημένῃ μεταβολῇ. Ὁ γὰρ δὴ τὸ φύσει σῶμα σῖτον καὶ ἄρτον προσαγορεύσας, καὶ αὖ πάλιν ἄμπελον ὀνομάσας, οὗτος τὰ ὁρώμενα σύμβολα τῇ τοῦ σώματος καὶ αἵματος προσηγορίᾳ τετίμηκεν, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν χάριν τῇ φύσει προστεθεικώς.
{ΕΡΑΝ.} Καὶ μυστικῶς ἐρρέθη τὰ μυστικὰ καὶ σαφῶς ἐδηλώθη τὰ πᾶσιν οὐ γνώριμα.
{ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνωμολόγηται καὶ στολὴν καὶ περιβολὴν ὑπὸ τοῦ πατριάρχου τὸ δεσποτικὸν ὠνομάσθαι σῶμα, εἰς δὲ τὸν περὶ τῶν θείων μυστηρίων εἰσεληλύθαμεν λόγον, εἰπὲ πρὸς τῆς ἀληθείας τίνος ἡγῇ σύμβολόν τε καὶ τύπον τὴν παναγίαν ἐκείνην τροφήν; τῆς θεότητος τοῦ δεσπότου Χριστοῦ ἢ τοῦ σώματος καὶ τοῦ αἵματος;
{ΕΡΑΝ.} Δῆλον ὡς ἐκείνων, ὧν καὶ τὰς προσηγορίας ἐδέξατο.
{ΟΡΘ.} Τοῦ σώματος καὶ τοῦ αἵματος λέγεις;
{ΕΡΑΝ.} Οὕτω λέγω.
{ΟΡΘ.} Φιλαλήθως εἴρηκας. Καὶ γὰρ ὁ κύριος τὸ σύμβολον λαβὼν οὐκ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου· ἀλλά, “Τοῦτό ἐστι τὸ σῶμά μου·” καὶ πάλιν· “Τοῦτό ἐστι τὸ αἷμά μου·” καὶ ἑτέρωθι· “Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.”
{ΕΡΑΝ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια».
–Θεοδώρητος Κύρου, Ερανιστής 77,
G.H. Ettlinger,
Theodoret of Cyrus. Eranistes.
Oxford: Clarendon Press, 1975, σσ. 78, 79.