Λίβελλος ἀποκηρύξεως
τῆς ἰουδαϊκῆς θρησκείας
῞Οπως ὀφείλει ὁμολογεῖν τὸν ἐξ Ἰουδαίων
προσερχόμενον τῇ πίστει τῶν Χριστιανῶν
᾿Εγὼ (ὁ δεῖνα), ὁ ἐξ Ἑβραίων σήμερον προσιὼν τῇ πίστει τῶν χριστιανῶν οὐ διά τινα βίαν ἢ ἀνάγκην ἢ φόβον ἢ ἐπήρειαν ἢ πενίαν ἢ χρέος ἢ ἔγκλημα κατ’ ἐμοῦ κινούμενον, ἢ διὰ τιμὴν κοσμικὴν ἢ δι᾿ εὐεργεσίας τινὰς ἢ κτήματα ἢ χρήματα παρά τινος ὑπισχνούμενα, ἢ διὰ οἱανδήποτε ὠφέλειαν ἢ προστασίαν ἀνθρωπίνην ἢ δι᾿ ἔριν ἢ φιλονεικίαν πρός τινα τῶν ὁμοφύλων καὶ ὁμοπίστων μου, ἢ ὡς βουλόμενος ἐντεῦθεν ἀμύνασθαι χριστιανοῖς ὡς δῆθεν ζηλωτὴς τοῦ νόμου· ἀλλ’ ὡς ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν Χριστὸν ἀγαπήσας καὶ τὴν αὐτοῦ πίστιν, ἀποτάσσομαι πάσῃ τῇ ἑβραϊκῇ θρησκείᾳ καὶ τοῖς νομίμοις πᾶσι, καὶ περιτομῇ καὶ ἀζύμοις καὶ τῷ ἰουδαϊκῷ πάσχα καὶ τῇ θυσίᾳ τοῦ ἀμνοῦ καὶ τῇ τῶν ἑβδομάδων ἡμερῶν ἑορτῇ καὶ τῷ ἐκείνων Ἰωβηλαίῳ καὶ ταῖς πλάστιγξι καὶ τῷ ἱλασμῷ καὶ ταῖς σκηνοπηγίαις, καὶ ταῖς λοιπαῖς ἁπάσαις ἑορταῖς τῶν Ἑβραίων, σὺν ταῖς θυσίαις αὐτῶν καὶ ταῖς προσευχαῖς καὶ τοῖς ῥαντισμοῖς καὶ καθαρισμοῖς καὶ ἁγνισμοῖς, καὶ ταῖς νηστείαις αὐτῶν καὶ τοῖς σάββασι καὶ ταῖς νεομηνίαις, καὶ τοῖς βρώμασιν αὐτῶν καὶ τοῖς πόμασι· καὶ ἁπλῶς ἀποτάσσομαι παντὶ ἰουδαϊκῷ νομίμῳ καὶ ἔθει καὶ ἐπιτηδεύματι.
Καὶ ἐπὶ τούτοις ἀναθεματίζω τὰς παρ’ Ἰουδαίων αἱρέσεις, καὶ τοὺς αἱρετικοὺς Σαδδουκαίους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦσι καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀθετοῦσι. καὶ τοὺς ἄλλους ἀποβάλλομαι, φαρισαίους τοὺς ἀφωρισμένους, οἳ κατὰ δευτέραν καὶ πέμπτην νηστεύουσι καὶ παρθενίαν ἐπὶ καιροὺς ὑποκρινόμενοι, μετὰ δὲ ταῦτα λύουσι πᾶσαν ἐγκράτειαν ἀσώτως καὶ ἀκορέστως· δοξάζουσι δὲ καὶ εἱμαρμένην καὶ τῇ ἀστρολογίᾳ σχολάζουσι. Νασσαραίους τοὺς ἀφανιστάς, οἳ τὸν περὶ θυσιῶν οὐ παραδέχονται Μωσέως νόμον, καὶ διὰ τοῦτο ἐμψύχων ἀπέχονται καὶ ὅλως οὐ θύουσι. Χοσσαίους τοὺς ἰταμωτάτους, οἳ γραφαῖς ἑτέραις παρὰ τὸν Νόμον χρώμενοι, τοὺς πλείους τῶν Προφητῶν ἀποβάλλουσι, διδάσκαλον δὲ αὐτῶν ἔχουσιν ἄνθρωπόν τινα Ἀλλεξάην καλούμενον (εἴτουν «δύναμιν κεκαλυμμένην»), καὶ τὴν Μαραθὼ καὶ Μαρθάνην, τὰς ἀπὸ τοῦ γένους αὐτῶν καταγομένας, ἃς καὶ ὡς θεὰς τιμῶσιν οἱ ἡρῳδιανοί, οἵ τινες καὶ τὸν ἀλλόφυλον βασιλέα τῶν Ἰουδαίων Ἡρῴδην τὸν σκωληκόβρωτον ὡς Χριστὸν δοξάζουσιν. ἡμεροβαπτιστάς, οἳ τὰ αὐτὰ φρονοῦσι τοῖς φαρισαίοις καὶ ἔτι κατὰ προσθήκην δογματίζουσι τὸ «μὴ δύνασθαι ἄνθρωπον σωθῆναι, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν βαπτίζεται ῾Ρωματοῖς», καὶ οὐ θέλουσι κατὰ νόμον ζῆν, ἀλλὰ περισσεύειν αὐτοὺς ξεστῶν καὶ ποτηρίων καὶ πινακίων καὶ ἄλλων σκευῶν τοῖς βαπτισμοῖς ἁρμοδίων, καὶ πυγμῇ τὰς χεῖρας νίπτειν, καὶ κατασκευὴν πλύνειν ἐννοοῦσι, καὶ ἁπλῶς ἰδίας παραδόσεις πολλὰς τῷ Νόμῳ προστιθέντες, δευτερώσεις αὐτὰς καλοῦσιν, οἷον δευτέρας θεοῦ νομοθεσίας· καὶ τὴν μὲν πρώτην ψευδῶς ἀναφέρουσι (παρεξηγοῦντες) εἰς τὸν Μωσέα, τὴν δὲ δευτέραν εἰς τὸν ῥαββὶ Ἀκιβᾶν, καὶ τὴν τρίτην (ὡς λέγουσιν) εἰς Ἄνναν καὶ Ἰούδαν, τὴν δὲ τετάρτην εἰς τοὺς υἱοὺς τοῦ Νασσαμοναίου, οἵ τινες καὶ τὸ σάββατον ἐν τοῖς πολέμοις ἠθέτησαν. ταύτας οὖν τὰς ἰουδαϊκὰς αἱρέσεις πάσας ἀναθεματίζω καὶ τοὺς αἱρεσιάρχας αὐτῶν καὶ τοὺς δευτερωτὰς καὶ τὰς δευτερώσεις τοῦ Ταλμούθ.
Σὺν τούτοις δὲ ἀναθεματίζω καὶ τοὺς τὴν ἑορτὴν ἐπιτελοῦντας τοῦ λεγομένου Μαρδοχαίου, κατὰ τὸ πρῶτον σάββατον τῶν χριστιανικῶν νηστειῶν. ξύλῳ γὰρ δῆθεν τὸν ἀμνὸν προσηλοῦντες, εἶτα μιγνύντες αὐτῷ τῷ τοῦ σταυροῦ σημείῳ κατακαίουσιν, ἐπιλέγοντες καί τινας ἐπῳδάς· τὴν δὲ στάκτην ἐκείνου κατέχουσιν εἰς ἀποτροπὴν (ὡς οἰόνται) ῥίγους καὶ πάσης ἄλλης ἀρρωστίας.
Ἔτι ἀναθεματίζω καὶ τοὺς κατὰ τὸν ἰούλιον μῆνα τὴν ἀνάμνησιν ἑορτάζοντας τῶν λεγομένων παρ’ αὐτοῖς «λυπηρῶν», εἴτουν τῆς ἁλώσεως ᾿Ιερουσαλὴμ ὑπὸ τοῦ Τίτου, κόνιν ταῖς κεφαλαῖς αὐτῶν ἐπιβάλλοντας καὶ νήστεις διατελοῦντας ἐφ’ ὅλον τὸ νυχθήμερον ἐκεῖνο, καὶ μετὰ μυρίων ὀδυρμῶν ἐπιφωνοῦντας ἑαυτοῖς τὸ «Οὐαὶ οὐαί».
Ἔτι ἀναθεματίζω πάντας τοὺς τὴν τοῦ Ἠλειμμένου (μᾶλλον δὲ τὴν τοῦ ᾿Αντιχρίστου) προσδοκῶντας ἔλευσιν, ὃν καὶ τράπεζαν αὐτοῖς ἑτοιμάσειν μεγίστην ἐλπίζουσι, καὶ προσθήσειν εἰς ἑστίασιν τὸν τε Ζὶζ καὶ τὸν Μεγχεμὼθ καὶ τὸν Λευϊαθάν. εἶναι δέ, λέγουσι, τὸν μὲν Ζὶζ πτηνόν τι ζῷον, τὸν δὲ Μεγχεμὼθ τετράπουν, καὶ τὸν Λευϊαθὰν λέγουσιν ἐνάλιον· οὕτω μέγιστα καὶ πλήθοντα ταῖς σαρξίν, ὥστε ἀρκεῖν ἕκαστον εἰς τροφὴν μυριάσιν ἀνθρώπων ἀπείροις.
Ἔτι ἀναθεματίζω πᾶν ἑβραϊκὸν ἔθος καὶ ἐπιτήδευμα μὴ παραδεδομένον παρὰ Μωσέως, καὶ πᾶσαν αὐτῶν γοητείαν καὶ ἐπῳδὴν καὶ κληδωνισμὸν καὶ τελετάς, καὶ τὰ περιάμματα καὶ φυλακτήρια.
Ἔτι ἀναθεματίζω πάντα «ῥεμπὶ» (ἢ «ῥαμπὶ» ἢ «ῥαββὶ») παρὰ τὸν μωσαϊκὸν Νόμον διδάξαντα ἢ διδάσκοντα, καὶ πάντας τοὺς λεγομένους παρ’ αὐτῶν «ἀρχιφερεκίτας» (ἢ «ἀρχιρραββίτας» καὶ διδασκάλους), ὧν τὰς διδαχὰς «πατρικὰ» καλοῦσιν. ἀναθεματίζω πρὸς τοῖς παλαιοῖς «ἀρχιρραββίτας» τοὺς παρὰ τὸν νόμον διδάξαντας καὶ τοὺς νέους τῶν Ἰουδαίων διδασκάλους, Λάζαρον, φημί, τὸν τὴν ἄθεσμον ἑορτὴν ἐξευρόντα τὴν λεγομένην παρ’ αὐτοῦ «μονοποδαρίαν», καὶ Ἠλίαν τὸν ἐκείνου κατὰ τὴν ἀσέβειαν οὐκ ἐλάττονα, Βενιαμίν τε καὶ Ζεβεδαῖον, Ἀβράμιον καὶ Συμπλίκιον καὶ τοὺς λοιπούς. καὶ ἐπὶ πᾶσι τούτοις ἀναθεματίζω καὶ καταναθεματίζω τὸν παρὰ Ἰουδαίων προσδοκώμενον ὡς Χριστὸν ἐλεύσεσθαι Μεσσίαν, εἴτουν Ἠλειμμένον· μᾶλλον δὲ ἀντίχριστον ἐκεῖνον εἶναι ὁμολογῶ, καὶ ἀποτάσσομαι αὐτῷ.
Ἀποτασσόμενος δὲ τὰ ἰουδαϊκὰ πάντα τὰ σκιώδη καὶ πεπερασμένα, συντάσσομαι τῷ ἀληθινῷ θεῷ καὶ μόνῳ Χριστῷ, καὶ πιστεύω εἰς πατέρα υἱὸν καὶ ἅγιον πνεῦμα, τὴν ἁγίαν ὁμοούσιον καὶ ἀδιαίρετον τριάδα. καὶ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν πρὸς ἀνθρώπους ἐπιδημίαν ὁμολογῶ τοῦ τῆς ἁγίας τριάδος ἑνὸς μονογενοῦς υἱοῦ καὶ Λόγου τοῦ θεοῦ, τοῦ ἐκ τοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων γεννηθέντος, δι᾿ οὗ τὰ πάντα ἐγένετο. αὐτὸν ὑπάρχειν πιστεύω τὸν παρὰ τοῦ Νόμου καὶ τῶν Προφητῶν προκηρυχθέντα Μεσσίαν· ὃν καὶ ἢδη ἐλθόντα ἐπὶ γῆς πληροφοροῦμαι διὰ τοῦ ἀνθρωπίνου γένους τὴν σωτηρίαν καὶ γενέσθαι κατὰ ἀλήθειαν ἄνθρωπον, μὴ ἐκστάντα τῆς οἰκείας θεότητος, καὶ εἶναι αὐτὸν θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἀσυγχύτως, ἀτρέπτως καὶ ἀναλλοιώτως, ἐν ὑποστάσει μιᾷ καὶ δύσι φύσεσιν· ἑκουσίως τὰ πάντα παθεῖν καὶ σταυρωθῆναι σαρκί, τῆς θεότητος ἀπαθοῦς μεινάσης, καὶ ταφῆναι καὶ τριήμερον ἀναστῆναι καὶ εἰς οὐρανοὺς ἀναληφθῆναι· ὃς καὶ ἥξει ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς.
Καὶ τὴν κατὰ σάρκα τοῦτον τεκοῦσαν ἁγίαν παρθένον Μαρίαν, καὶ μείνασαν μετὰ τόκον παρθένον, κυρίως καὶ ἀληθῶς θεοτόκον πιστεύω καὶ λέγω, ὡς κατὰ ἀλήθειαν μητέρα θεοῦ ἐνανθρωπήσαντος, καὶ διὰ τοῦτο κυρίαν καὶ δέσποιναν γεγενημένην πάσης τῆς κτίσεως.
Προσκυνῶ καὶ τιμῶ καὶ τὸν παρὰ χριστιανοῖς ἱερουργούμενον ἄρτον καὶ οἶνον, ὃν ἐν ταῖς θείαις τελεταῖς μεταλαμβάνουσι. πείθομαι καὶ ὁμολογῶ καὶ πιστεύω σάρκα καὶ αἷμα κατὰ ἀλήθειαν εἶναι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μεταβαλλόμενον τῇ ἐκείνου θεϊκῇ δυνάμει ὑπὲρ πᾶσαν φυσικὴν ἔννοιαν, ὡς οἶδε μόνος αὐτός· καὶ οὕτω κἀγὼ μεταλήψεσθαι τούτων τῶν μυστηρίων συντίθεμαι, εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ζωὴν τὴν αἰώνιον καὶ βασιλείας οὐρανῶν κληρονομίαν, ἣν χαρίζεται τοῖς ἐξ αὐτῶν τῶν μυστηρίων ἐν πίστει τελείᾳ μετέχουσι καὶ μεταλαμβάνουσι.
Καὶ τὸ ἅγιον τοῦ Χριστοῦ βάπτισμα μετὰ καθαρᾶς καὶ ἀδόλου ψυχῆς καὶ καρδίας καὶ πίστεως εἰλικρινοῦς ἐπιζητῶ δέξασθαι, πληροφορούμενος ἀληθῶς κάθαρσιν αὐτὸ νοητὴν εἶναι καὶ ἐξάλειψιν τοῦ προπατορικοῦ ἁμαρτήματος καὶ ἀναγέννησιν ψυχῆς τε καὶ σώματος.
Καὶ τὸν σεβάσμιον δὲ σταυρὸν τοῦ αὐτοῦ ἀληθινοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ὡς οὐκέτι φθορᾶς ὄργανον καὶ ἀρᾶς, ἀλλ᾿ ἐλευθερίας καὶ ζωῆς αἰωνίου καὶ σημεῖον τῆς κατὰ θανάτου καὶ τοῦ διαβόλου νίκης· ἔτι δὲ καὶ τὰς σεβασμίας εἰκόνας τῆς τε μετὰ σαρκὸς πρὸς ἀνθρώπους ἐπιφανείας τοῦ θεοῦ Λόγου, καὶ τῆς ἀφράστως αὐτὸν τεκούσης ἁγνῆς παρθένου καὶ θεοτόκου καὶ τῶν θεοειδῶν ἀγγέλων καὶ τῶν ἁγίων πάντων, ὡς σύμβολα τῶν πρωτοτύπων καὶ δέχομαι καὶ τιμῶ καὶ σχετικῶς προσκυνῶ καὶ ἀσπάζομαι. αὐτοὺς δὲ τοὺς ἱεροὺς ἀγγέλους καὶ τοὺς ἁγίους πάντας, οὐ μόνον προπάτορας καὶ προφήτας ἀλλὰ καὶ ἀποστόλους καὶ μάρτυρας καὶ ὁμολογητὰς καὶ διδασκάλους καὶ ὁσίους, καὶ πάντας ἁπλῶς τοὺς τῷ ἤδη ἐλθόντι Χριστῷ εὐαρεστήσαντας, ὡς δούλους ἐκείνου καὶ πιστοὺς θεράποντας τιμῶ καὶ σεβάζομαι διὰ τὴν πρὸς ἐκεῖνον τιμήν.
Καὶ ὄντως ἐξ ὅλης ψυχῆς καὶ καρδίας καὶ προαιρέσεως ἀληθοῦς προσέρχομαι ἀναγεννηθῆναι διὰ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος· καὶ χριστιανίσαι θέλω μετὰ πίστεως καὶ ἀγάπης πολλῆς, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον καὶ ἐνδυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον διὰ λουτροῦ παλιγγενεσίας.
Εἰ δὲ μεθ’ ὑποκρίσεως καὶ δόλου ταῦτα φημὶ καὶ οὐκ ἐκ πίστεως εἰλικρινοῦς καὶ ὁλοψύχου καρδίας τὸν ἥδη ἐλθόντα Χριστὸν ἀγαπώσης, ἀλλ’ ὡς βουλόμενος ἀμύνασθαι χριστιανοῖς, ἐντεῦθεν ὡς ζηλευτὴς τοῦ παλαιοῦ Νόμου, ἄρτι μὲν σχηματίζομαι χριστιανός, ὕστερον δὲ θελήσω ἀρνήσασθαι καὶ πρὸς τὴν ἰουδαϊκὴν ἐπιστρέψαι πάλιν θρησκείαν, ἢ εὑρεθῶ συνεσθίων τοῖς Ἰουδαίοις ἢ συνεορτάζων ἢ συνομιλῶν αὐτοῖς λάθρα καὶ τὸν χριστιανισμὸν καταβάλλων, ἢ πρὸς τὰς συναγωγὰς αὐτῶν καὶ προσευχὰς ἀπίων ἢ ἀνανεῶν ἢ περιποιούμενος ταύτας, καὶ οὐχὶ μᾶλλον φανερῶς ἐλέγχων τούτους καὶ τὰς τούτων πράξεις καὶ ἀθετῶν τὴν ματαίαν πίστιν αὐτῶν καὶ θρησκείαν, νῦν ἔλθοιεν ἐπ᾿ ἐμὲ πᾶσαι αἱ κατάραι, ἃς ἐν τῷ Δευτερονομίῳ Μωσῆς ἔγραψε, καὶ ὁ τρόμος τοῦ Κάιν καὶ ἡ λέπρα τοῦ Γιεζῆ. πρὸς δέ, καὶ τὸ ταῖς ποιναῖς τῶν πολιτικῶν νόμων εἶναί με ὑπεύθυνον ἀπαραιτήτως. κατὰ δὲ τὸν μέλλοντα αἰῶνα εἴη μοι τὸ ἀνάθεμα, καὶ ἡ ψυχή μου ταχθείη μετὰ τοῦ σατανᾶ καὶ τῶν πονηρῶν δαιμόνων ἐν πυρὶ ἀσβέστῳ καὶ σκότει ἐξωτέρῳ.
No comments:
Post a Comment