.

Showing posts with label ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ. Show all posts
Showing posts with label ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ. Show all posts

Saturday, March 23, 2013

Παγανιστικής προέλευσης
η διάκριση της θεότητας σε υποστάσεις
κατά τον Ιωάννη τον Δαμασκηνό /

Of pagan origin
the distinction into hypostases (persons)
according to John of Damascus



*



Οὕτως διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν ῾Ελλήνων ἐξαφανίζεται πλάνη, διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος τῶν Ἰουδαίων καθαιρεῖται τὸ δόγμα, ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης, ἐκ δὲ τοῦ ῾Ελληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη.


Έτσι από τη μια μεριά με την κατά φύση ενότητα εξαφανίζεται η πλάνη του πολυθεϊσμού των Ελλήνων, από την άλλη με την παραδοχή του Λόγου και του Πνεύματος ανατρέπεται το δόγμα των Ιουδαίων και από την καθεμιά αίρεση παραμένει η ωφέλεια, από την ιουδαϊκή πίστη η ενότητα της φύσεως και από τον Ελληνισμό η μόνη διάκριση κατά τις υποστάσεις.

[μετάφρ. Ν. Ματσούκας (1976)]


Thus, on the one hand, the unity in nature exposes the polytheistic error of the Greeks; on the other hand, the doctrine of the Word and the Spirit demolishes the teaching of the Jews. At the same time, the good in both of these heresies remain: from the Jewish opinion the unity of nature; and from Hellenism the unique distinction according to persons.

[transl. Dr. Chase (1958)]

* Ιωάννης ο Δαμασκηνός / John of Damascus,
Έκδοσις Ακριβής της Ορθοδόξου Πίστεως /
Expositio accurata fidei orthodoxae
1:7.





Saturday, November 5, 2011

The Sentences of Sextus:
Don't look for God's name /

Σέξτου Γνώμαι:
Μην ψάχνεις το όνομα του Θεού




θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις· πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ· τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ.

-Σέξτου Γνώμαι /
The Sentences of Sextus
* 28
(Henry Chadwick, 1959)



Βλέπε:
Ιωάννη Δαμασκηνού,
Ιερά παράλληλα, Ο.ιθ'.
(ex fragmenta e cod. Berol. B.N. gr. 46 [= parallela Rupefucaldina])
[Ελληνικά/Greek, PDF]




Στ. Παπαδόπουλος,
Πατρολογία
τ. Α' (1977), σ. 313.



Wednesday, October 19, 2011

Hermes Trismegistus,
Cyril of Alexandria
& the trinitarian doctrine /

Ο Ερμής ο Τρισμέγιστος,
ο Κύριλλος Αλεξανδρείας
& το τριαδικό δόγμα





Ὁ δὲ τρισμέγιστος Ἑρμῆς [Hermes Trismegistus] οὕτω πώς φησι· «Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνάτον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαμβάνεσθαι οὐ δυνατόν, καὶ τὸ ἀΐδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον· τὸ μὲν γὰρ ἀεὶ ἔστι, τὸ δὲ παρέρχεται, καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας  σκιάζεται. Ὅσῳ οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε, τοσούτῳ τὸ θνητὸν τοῦ θείου καὶ ἀθανάτου. Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος ἐπὶ τὴν θέαν τοῦ καλοῦ, καὶ ἀναπτήτω, καὶ αἰωρηθήτω, μὴ σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν, τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον, ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι, μήτε ἑαυτῷ ἀνόμοιον.» Καὶ πάλιν ὁ αὐτός· «Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡπᾶσα γὰρ δύναμις αὐτός ἐστι, μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν πάντων ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπεριέχει. Ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ ἀσώματον, καὶ τῶν γενητῶν πρὸς τὸ ἀγένητον, καὶ τῶν ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον, ἢ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια, καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ ὅτι τὸ μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον, τὰ δὲ κάτω ἀτελῆ ὄντα φθαρτά ἐστιν;»

Κύριλλος Αλεξανδρείας / Cyril of Alexandria,
Κατά Ιουλιανού / Contra Julianum (Against Julian) 1:43.15-44.11.



Ἐν τοῖς χρόνοις τῆς βασιλείας Σεσώστριος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὅστις ἔφρασεν τρεῖς μεγίστας δυνάμεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δημιουργοῦ θεοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπεν εἶναι. διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα· „εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ  τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν ἑαυτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι ἅπαντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτόν ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησεν. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων, „Οὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον· ἵλεως ἔσο. ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο βουλῇ· φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ.“ Ταῦτα καὶ ἐν τοῖς κατὰ Ἰουλιανοῦ βασιλέως ὑπὸ τοῦ ὁσιωτάτου Κυρίλλου συνταχθεῖσιν ἐμφέρεται πρὸς ἀπόδειξιν σαφεστέραν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησεν.

Πασχάλιο χρονικό (7ος αι.) / Chronicon Paschale (7th cent.) 85:8-86:13.


ἐπὶ τούτου Ἑρμῆν φασὶν ἐν Αἰγύπτῳ  θαυμαστὸν ἄνδρα γνωσθῆναι καὶ φοβερὸν ἐπὶ σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τοῦ δημιουργοῦ τῶν ὅλων θεοῦ, μίαν θεότητα εἶναι εἶπε· διὸ καὶ τρισμέγιστος Ἑρμῆς κατωνόμασται. ὃς οὕτω πρός τινα Ἀσκληπιὸν αὐτοῖς ῥήμασιν ἔφη “ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοῦ αἴτιον, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης. ἀεὶ ἐν αὐτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεὸς καὶ πατήρ· καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ ἐστίν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν.” οὕτως εἰπὼν ὁ Ἑρμῆς ηὔξατο “ὁρκίζω σε, οὐρανοῦ μεγάλου ἐργάτα, ὁρκίζω σε, φωνὴ πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ, ἵλεως ἔσο.” τῶν φωνῶν τούτων καὶ ὁ ἱερὸς Κύριλλος ἐμνήσθη εἰπὼν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς τριάδα ὡμολόγει.

Γεώργιος Κεδρηνός / George Cedrene,
Σύνοψις Ιστοριών / Compendium historiarum 1:36.15-37.10.


 Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ προειρημένου Σώστρου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας ὑποστάσεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπε· διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα. εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἐστὶ τὸ φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν αὑτῷ ὢν ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν.

Ιωάννης Μαλάλας / John Malalas,
Χρονογραφία / Chronographia 26:10-27:4.


Καὶ ὁ παραβάτης νομίσας ἀπαίδευτον εἶναί τινα τὸν τοῦ Χριστοῦ μάρτυρα καὶ τῆς Ἑλληνικῆς σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν· Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγέννηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ’ Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες, ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς, ὁ Τρισμέγιστος ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ ἑαυτὸν ἐπιγνούς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιοι βίβλοι διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζεται. Ὁμοίως δὲ καὶ Πυθαγόρας, ὁ τούτου μεταγενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ’ Εὔφορβος, ὁ ὑφ’ Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυθαγόρας, Μνησάρχου υἱός, Σάμιος. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων, μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως καὶ τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ τουτωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος· Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανομώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί σε, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χριστοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον, ὅσαπερ εἶπον, καὶ νῦν ἐπ’ ὀλίγον ἐρῶ τῆς αὐτῶν κηδόμενος σωτηρίας, ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ τῶν παρ’ ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμμάτων· Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώσεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς πᾶσαν νόσον ἀπήλασε καὶ πᾶσαν μαλακίαν καὶ τὸ παραδοξότερον ἑνὶ ῥήματι νεκροὺς ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον· ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυροῦ πάθος ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ μάρτυσι πεντακοσίοις καὶ στρατιωτῶν φρουρούντων αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν αὐτοῦ συκοφαντῆσαι βουλόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ’ ὅλαις τεσσαράκοντα ἡμέραις μετ’ αὐτῶν συναναστρεφόμενος καὶ ὁρώντων αὐτῶν καὶ βλεπόντων ἀνελήφθη εἰς τοὺς οὐρανοὺς ἐξαποστείλας αὐτοῖς τὴν τοῦ ἁγίου πνεύματος δωρεάν τε καὶ δύναμιν, ὥστε καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι καὶ μὴ ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος· ἐλάλει γὰρ ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόρρω προβλέπειν καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα καὶ δόρυ καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ καὶ ἄοπλοι καὶ πένητες πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλλοντες. Καὶ ταῦτα τίνες; Ἁλιεῖς καὶ ἀγράμματοι καὶ τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. Οὓς δὲ αὐτὸς παρεισήγαγες ἐπικερτομῶν τὴν Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολόγους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέσθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν ἢ μέρος τι τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου νεκροὺς ἐξανέστησεν ἢ λεπροὺς ἐκαθάρισεν ἢ δαίμονας ἀπήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ’ Ἑρμῆς μὲν ὁ Τρισμέγιστος ὑφ’ ὑμῶν προσαγορευόμενος Αἰγύπτιος γέγονεν ἄνθρωπος καὶ τοῖς Αἰγυπτίων νόμοις τραφεὶς γυναῖκά τε γήμας παῖδας ἐτέκνωσεν, ὧν τὸν πρεσβύτερον Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς διαλέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκληπιὸν τὸν προκατάρξαντα καθ’ ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ᾧ καὶ τὴν ἑαυτοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· «Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισυπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι, πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ’ ἑαυτοὺς ἐπεσπάσαντο.» Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐλεύσεως καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν διαγορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τῆς Ἑβραίων θεολογίας ταύτην ἀπαρυσάμενος. Ἀλλὰ τί μοι τῶν σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ’ ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ ἀπερρυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων ἐρωτᾶν τοὺς νεκρούς, ἔχων ἐκ τῶν θεοσόφων λογίων τοὺς ἀληθεῖς μάρτυρας, οἳ τὴν τοῦ Χριστοῦ παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν.

Ιωάννης Δαμασκηνός / John of Damascus,
Μαρτύριο μεγαλομάρτυρα Αρτεμίου / Passio magni martyris Artemii 26:8-28:24.


Ἑρμῆς, ὁ Τρισμέγιστος· οὗτος ἦν Αἰγύπτιος σοφός· ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. ἐκέκλητο δὲ Τρισμέγιστος, διότι περὶ τριάδος ἐφθέγξατο εἰπών, ἐν τριάδι μίαν εἶναι θεότητα οὕτως· ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης· καὶ πνεῦμα πάντα περιέχον. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργικός, ἐν γονίμῳ φύσει παῖς ὢν καὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· ὁρκίζω σε, οὐρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πατρός, τοῦ περιέχοντος πάντα, ἵλεως, ἵλεως ἔσο.

Λεξικό Σούδα / Suda, Lexicon,
"Ἑρμῆς, ὁ Τρισμέγιστος" (3038).


Saturday, May 28, 2011

Jews were behind the Byzantine Iconoclasm:
An anti-Jewish tale dated at the 8th cent.
written down by the name of John of Damascus /

Οι Εβραίοι ήταν η αιτία της Εικονομαχίας:
Ένας αντιιουδαϊκός θρύλος του 8ου αι.
καταγραμμένος υπό το όνομα του Ιωάννη του Δαμασκηνού




Καὶ γὰρ ὁ τὴν αἵρεσιν ἐμπνεύσας πρῶτος, ψεύστης ὢν καὶ ὕπουλος, τῆς βασιλείας ἐδράξατο. Κόνων γὰρ ὀνομαζόμενος, Λέοντος προσηγορίαν ἑαυτῷ περιεβάλλετο, ἐξ Ἑβραίων τοῦτον τὸν σκοπὸν καὶ τὸ φρόνημα εἰληφώς. Καὶ γὰρ περιπατοῦντος αὐτοῦ, μήπω τῆς βασιλείας αὐτοῦ χειρισθέντος, φησὶ πρὸς αὐτὸν ὁ Ἑβραῖος· Βασιλεὺς μέλλεις γένεσθαι. Ἀλλὰ τὸν λόγον ὃν εἴπω σοι, ἐὰν κρατήσῃς, ἔσται πολυχρόνιος ἡ βασιλεία σου καὶ ἡ τιμή σου. Ἀποβαλοῦ τὴν προσηγορίαν, ἥνπερ κέκτησαι, ὀνομασθεὶς Λέων. Ἐν γὰρ ταῖς ἡμέραις τῆς βασιλείας σου καταστραφήσονται τὰ ἰνδάλματα εἰκόνων, ὧνπερ οἱ Χριστιανοὶ πιστεύουσι. Διὸ δός μοι λόγον τοῦ καταστρέψαι αὐτὰ ἐν τοῖς καιροῖς τῆς βασιλείας σου. Δελεασθεὶς οὖν ὁ βύθιος δράκων, δέδωκεν αὐτῷ, τὴν τιμὴν τῆς ἀξίας ἔχων εἰς ἐπιθυμίαν ὁ ἀνάξιος· καὶ τῶν πραγμάτων ἐλθόντων εἰς ἐμφάνισιν, ἐδράξατο τῆς βασιλείας τὰ σκῆπτρα. Καὶ μετὰ δεκατὸν χρόνον τοῦ ὁδηγοῦ τῆς ἀπωλείας ὑπαντήσαντος ἐπὶ προελεύσεως, καὶ δεδωκότος αὐτῷ τὴν χάρτην, ὡς δῆθεν δεητικοῦ, καὶ ἀναγνόντος αὐτὸν τοῦ παρανόμου, παρ’ αὐτὰ τὸν Ἑβραῖον εἰς τὰ βασιλεῖα ἐκέλευσεν εἰσελθεῖν, καὶ λαβὼν αὐτὸν ἀπὸ τότε συμμύστην καὶ συῤῥάμμονα τῆς αὐτοῦ ἀνομίας, ὡς ἀληθῶς ὁ ἄγριος θὴρ, τῇ Ἐκκλησίᾳ εἰσεπήδησε, καὶ πολλοὺς ἐξ αὐτῆς ἀπέσπασε, καὶ ἐκ τῶν κόλπων αὐτῆς ἐσπάραξε, καὶ οὕσπερ αὕτη ἀνοδύνως ἐγέννησε, καὶ ἐθρέψατο τοῖς τῶν Πατέρων δόγμασιν, οὗτος αὐτοὺς ἀλλοτρίους ἐποίησε, καὶ ξένους τῆς μητρικῆς αὐτῶν ἀγχιστείας.


The first man to give the inspiration to this heresy [iconoclasm] was named Konon, but adopted the name Leo. He acquired that dark notion from the Hebrews. Before his accession, while he was out for a walk, a Hebrew said to him, "You shall become emperor and if you will adhere to the advice which I now give you, your reign and glory will be long-lasting. Discard your present name and call yourself Leo, for during your reign, the images in which the Christians believe, will be overthrown. So give me your word to overthrow them during your reign." Taken in by this, "the dragon of the deep" promised accordingly [...] Ten years after his accession, upon going out, he met his guide to destruction, who handed him a paper, no doubt containing his request. The emperor recognized the Hebrew, immediately invited him into the palace, and accepted him from then on as collaborator in his impious work. [...]

* Ψευδοιωάννης Δαμασκηνός,
Λόγος αποδεικτικός περί των Αγίων και Σεπτών Εικόνων προς βασιλέαν Κωνσταντίνον τον Καβαλίνον /
De sacris imaginibus contra Constantinum Cabalinum,
MPG vol./τ. 95  col./στ. 336D-337A*

Tuesday, January 4, 2011

Ποια βιβλία
περιείχε η Αγία Γραφή
του Ιωάννη Δαμασκηνού; /

Which books were included
in the Holy Bible
of John of Damascus?





ϟʹ Περὶ Γραφῆς

«Εἷς ἐστιν ὁ θεὸς ὑπό τε παλαιᾶς διαθήκης καὶ καινῆς κηρυττόμενος, ὁ ἐν τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ κυρίου φήσαντος· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι» (αὐτὸς γὰρ τὴν ἡμῶν σωτηρία εἰργάσατο, ὑπὲρ ἧς πᾶσα γραφὴ καὶ ἅπαν μυστήριον), καὶ πάλιν· «Ἐρευνᾶτε τὰς γραφάς· αὗται γὰρ μαρτυροῦσι περὶ ἐμοῦ», καὶ τοῦ ἀποστόλου εἰπόντος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ». Διὰ πνεύματος τοίνυν ἁγίου ὅ τε νόμος καὶ οἱ προφῆται, εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ ποιμένες ἐλάλησαν καὶ διδάσκαλοι.

«Πᾶσα τοίνυν γραφὴ θεόπνευστος πάντως ὠφέλιμος». Ὥστε κάλλιστον καὶ ψυχωφελέστατον ἐρευνᾶν τὰς θείας γραφάς. Ὥσπερ γὰρ δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, οὕτω καὶ ψυχὴ τῇ θείᾳ ἀρδευομένη γραφῇ πιαίνεται καὶ καρπὸν ὥριμον δίδωσι, πίστιν ὀρθόδοξον, καὶ ἀειθαλέσι τοῖς φύλλοις, ταῖς θεαρέστοις φημὶ ὡραΐζεται πράξεσι· πρός τε γὰρ πρᾶξιν ἐνάρετον καὶ θεωρίαν ἀθόλωτον ἐκ τῶν ἁγίων γραφῶν ῥυθμιζόμεθα. Πάσης γὰρ ἀρετῆς παράκλησιν καὶ κακίας ἁπάσης ἀποτροπὴν ἐν ταύταις εὑρίσκομεν. Ἐὰν οὖν ἐσόμεθα φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἐπιμελείᾳ γὰρ καὶ πόνῳ καὶ τῇ τοῦ διδόντος χάριτι κατορθοῦνται ἅπαντα. «Ὁ γὰρ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Κρούσωμεν τοίνυν εἰς τὸν κάλλιστον παράδεισον τῶν γραφῶν, τὸν εὐώδη, τὸν γλυκύτατον, τὸν ὡραιότατον, τὸν παντοίοις νοερῶν θεοφόρων ὀρνέων κελαδήμασι περιηχοῦντα ἡμῶντὰ ὦτα, τὸν ἁπτόμενον ἡμῶν τῆς καρδίας, καὶ λυπουμένην μὲν παρακαλοῦντα, θυμουμένην δὲ κατευνάζοντα καὶ χαρᾶς ἀιδίου ἐμπιπλῶντα, τὸν ἐπιβιβάζοντα ἡμῶν τὴν διάνοιαν ἐπὶ τὰ χρυσαυγῆ μετάφρενα τῆς θείας περιστερᾶς καὶ ὑπέρλαμπρα καὶ ταῖς φανωτάταις αὐτῆς πτέρυξι πρὸς τὸν μονογενῆ υἱὸν καὶ κληρονόμον τοῦ φυτουργοῦ τοῦ νοητοῦ ἀμπελῶνος ἀνάγοντα καὶ δι’ αὐτοῦ τῷ πατρὶ τῶν φώτων προσάγοντα. Ἀλλὰ μὴ παρέργως κρούσωμεν, προθύμως δὲ μᾶλλον καὶ ἐπιμόνως· μὴ ἐκκακήσωμεν κρούοντες. Οὕτω γὰρ ἡμῖν ἀνοιγήσεται. Ἐὰν ἀναγνῶμεν ἅπαξ καὶ δὶς καὶ μὴ διαγνῶμεν, ἃ ἀναγινώσκομεν, μὴ ἐκκακήσωμεν, ἀλλ’ ἐπιμείνωμεν, ἀδολεσχήσωμεν, ἐρωτήσωμεν· «ἐπερώτησον» γάρ, φησίν, «τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι». Οὐ γὰρ πάντων ἡ γνῶσις. Ἀρυσώμεθα ἐκ τῆς τούτου τοῦ παραδείσου πηγῆς ἀένναα καὶ καθαρώτατα νάματα ἁλλόμενα εἰς ζωὴν αἰώνιον, ἐντρυφήσωμεν, ἀπλήστως κατατρυφήσωμεν· τὴν γὰρ χάριν ἀδάπανον κέκτηνται.

Εἰ δέ τι καὶ παρὰ τῶν ἔξωθεν χρήσιμον καρπώσασθαι δυνηθείημεν, οὐ τῶν ἀπηγορευμένων ἐστί. Γενώμεθα δόκιμοι τραπεζῖται τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραιτούμενοι. Λάβωμεν λόγους καλλίστους, θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀπορρίψωμεν· πλείστην γὰρ ἐξ αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν.

Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς παλαιᾶς διαθήκης κατὰ τὰ στοιχεῖα τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧν πέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸ Χὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ’ Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, Δανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ.Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶ δὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός, ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ’ οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ.

Τῆς δὲ νέας διαθήκης εὐαγγέλια τέσσαρα· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, τὸ κατὰ Ἰωάννην· Πράξεις τῶν ἁγίων ἀποστόλων διὰ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· καθολικαὶ ἐπιστολαὶ ἑπτά· Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Παύλου ἀποστόλου ἐπιστολαὶ δεκατέσσαρες, Ἀποκάλυψις Ἰωάννου εὐαγγελιστοῦ, κανόνες τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος».

Ιωάννης Δαμασκηνός,
Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως 90.


90. Concerning Scripture

«It is one and the same God Whom both the Old and the New Testament proclaim, Who is praised and glorified in the Trinity: I am come, saith the Lord, not to destroy the law but to fulfil it. For He Himself worked out our salvation for which all Scripture and all mystery exists. And again, Search the Scriptures for they are they that testify of Me. And the Apostle says, God, Who at sundry times and in diverse manners spake in time past unto the fathers by the prophets, hath in these last days spoken unto us by His Son. Through the Holy Spirit, therefore, both the law and the prophets, the evangelists and apostles and pastors and teachers, spake.

All Scripture, then, is given by inspiration of God and is also assuredly profitable. Wherefore to search the Scriptures is a work most fair and most profitable for souls. For just as the tree planted by the channels of waters, so also the soul watered by the divine Scripture is enriched and gives fruit in its season, viz. orthodox belief, and is adorned with evergreen leafage, I mean, actions pleasing to God. For through the Holy Scriptures we are trained to action that is pleasing to God, and untroubled contemplation. For in these we find both exhortation to every virtue and dissuasion from every vice. If, therefore, we are lovers of learning, we shall also be learned in many things. For by care and toil and the grace of God the Giver, all things are accomplished. For every one that asketh receiveth, and he that seeketh findeth, and to him that knocketh it shall be opened. Wherefore let us knock at that very fair garden of the Scriptures, so fragrant and sweet and blooming, with its varied sounds of spiritual and divinely-inspired birds ringing all round our ears, laying hold of our hearts, comforting the mourner, pacifying the angry and filling him with joy everlasting: which sets our mind on the gold-gleaming, brilliant back of the divine dove, whose bright pinions bear up to the only-begotten Son and Heir of the Husbandman of that spiritual Vineyard and bring us through Him to the Father of Lights. But let us not knock carelessly but rather zealously and constantly: lest knocking we grow weary. For thus it will be opened to us. If we read once or twice and do not understand what we read, let us not grow weary, but let us persist, let us talk much, let us enquire. For ask thy Father, he saith, and He will shew thee: thy elders and they will tell thee. For there is not in every man that knowledge. Let us draw of the fountain of the garden perennial and purest waters springing into life eternal. Here let us luxuriate, let us revel insatiate: for the Scriptures possess inexhaustible grace. But if we are able to pluck anything profitable from outside sources, there is nothing to forbid that. Let us become tried money-dealers, heaping up the true and pure gold and discarding the spurious. Let us keep the fairest sayings but let us throw to the dogs absurd gods and strange myths: for we might prevail most mightily against them through themselves.

Observe, further, that there are two and twenty books of the Old Testament, one for each letter of the Hebrew tongue. For there are twenty-two letters of which five are double, and so they come to be twenty-seven. For the letters Caph, Mem, Nun, Pe, Sade are double. And thus the number of the books in this way is twenty-two, but is found to be twenty-seven because of the double character of five. For Ruth is joined on to Judges, and the Hebrews count them one book: the first and second books of Kings are counted one: and so are the third and fourth books of Kings: and also the first and second of Paraleipomena: and the first and second of Esdra. In this way, then, the books are collected together in four Pentateuchs and two others remain over, to form thus the canonical books. Five of them are of the Law, viz. Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy. This which is the code of the Law, constitutes the first Pentateuch. Then comes another Pentateuch, the so-called Grapheia, or as they are called by some, the Hagiographa, which are the following: Jesus the Son of Nave, Judges along with Ruth, first and second Kings, which are one book, third and fourth Kings, which are one book, and the two books of the Paraleipomena which are one book. This is the second Pentateuch. The third Pentateuch is the books in verse, viz. Job, Psalms, Proverbs of Solomon, Ecclesiastes of Solomon and the Song of Songs of Solomon. The fourth Pentateuch is the Prophetical books, viz the twelve prophets constituting one book, Isaiah, Jeremiah, Ezekiel, Daniel. Then come the two books of Esdra made into one, and Esther. There are also the Panaretus, that is the Wisdom of Solomon, and the Wisdom of Jesus, which was published in Hebrew by the father of Sirach, and afterwards translated into Greek by his grandson, Jesus, the Son of Sirach. These are virtuous and noble, but are not counted nor were they placed in the ark.

The New Testament contains four gospels, that according to Matthew, that according to Mark, that according to Luke, that according to John: the Acts of the Holy Apostles by Luke the Evangelist: seven catholic epistles, viz. one of James, two of Peter, three of John, one of Jude: fourteen letters of the Apostle Paul: the Revelation of John the Evangelist: the Canons of the holy apostles, by Clement.»

John of Damascus,
An Exact Exposition of the Orthodox Faith 90.


* P.B. Kotter,
Die Schriften des Johannes von Damaskos,
Vol./Τόμ. 2 (Patristische Texte und Studien 12),
Berlin: De Gruyter, 1973,
pp./σσ. 209-212.


Thursday, April 15, 2010

Βασίλειος Τατάκης:
Ο Θεός, το Όνομά του και η φιλοσοφική προσέγγισή τους από τον Δαμασκηνό /
Vasileios Tatakis:
God, His Name and the philosophical approach by Damascenus


«Ο Θεός, o οποίος αποτελεί τη βάση και την ασφάλεια κάθε γνώσης, καθώς και την αιτία του παντός, είναι ακατάληπτος και άρρητος· μπορεί να συλληφθεί με την πίστη καί όχι με τη λογική έρευνα. Όπως δέ μας μετέδωσε την ουσία του, έτσι δέ μας μετέδωσε και τη γνώση της ουσίας του. Ό,τι κατανοούμε από το Θεό δεν είναι η ουσία του, αλλά κάτι γύρω από την ουσία του, δηλαδή τα κατηγορήματα της ουσίας του, αποφατικά στο μεγαλύτερο μέρος τους. Ο Θεός δεν είναι κανένα από τα όντα, όχι γιατί δεν υπάρχει, αλλά γιατί βρίσκεται πέρα από τα όντα και πληροί το παν. Το ότι ο Θεός βρίσκεται παντού, και ότι εγκέκραται τοις πάσι, μαζί με τη σκέψη ότι αποτελεί όπως και κάθε κτίσμα ουσία, προδίδουν την επίδραση τού ως ένα βαθμό πανθεϊστικού ιδιώματος του Διονυσίου [ενν. Αρεοπαγίτη]. Ο Δαμασκηνός φροντίζει να βελτιώσει τις ίδιες του τις εκφράσεις, λέγοντας ότι ο Θεός, αφού μας ανέσυρε από το μηδέν, δέ μας μετέδωσε ούτε την ουσία του ούτε τη γνώση της ουσίας του, και παρόλο που αποτελεί μια ουσία βρίσκεται πέρα από τα όντα, πέρα κι από αυτό το Είναι. Ο Θεός έχει συγκεντρώσει μέσα του την πληρότητα τού Είναι, ως πέλαγος ουσίας άπειρον και αόριστον· είναι η πηγή τού όντος. Γι' αυτό, το όνομα που καλύτερα ταιριάζει στο Θεό είναι ο Ων ή ο Αγαθός, γιατί για το Θεό δέν μπορούμε να πούμε πρώτα ο Ων και έπειτα ο Αγαθός. Η αγαθότητα του Θεού τίθεται ταυτόχρονα με την ουσία του. Το Είναι και η αγαθότητα ταυτίζονται στο Θεό. Στο σημείο αυτό ο Δαμασκηνός αντλεί τις ιδέες του από τον Πλάτωνα διά μέσου του ψευδό-Διονυσίου, απομακρυνόμενος από την αντίληψη των Πατέρων, κυρίως του Γρηγορίου του Ναζιανζηνού, ο οποίος θεωρούσε ότι μόνο το Είναι στην πληρότητά του προσιδιάζει στο Θεό. Βέβαια, ο Δαμασκηνός φτάνει στο ίδιο συμπέρασμα, υποστηρίζοντας όμως —και ακολουθεί και σ' αυτό το σημείο τον Πλάτωνα— ότι η θεία θέληση ταυτίζεται προς το αγαθό. Ο Θεός δύναται όλα όσα θέλει, αλλά δέ θέλει όλα όσα δύναται. Η επίδραση αυτή του Πλάτωνος εμπόδισε τη χριστιανική σκέψη να ξεχωρίσει με τρόπο βαθύ και καθαρό τη θρησκευτική από την ηθική άποψη, πράγμα που θα μπορούσε να περιμένει κανείς ύστερα από τους Πατέρες του 4ου και του 5ου αιώνα. Όπως και να είναι, ο Θεός παραμένει κατά τον Δαμασκηνό το μοναδικό ον, που η ουσία του είναι ότι υπάρχει. Αυτή η ταύτιση του Θεού με το Είναι ερμηνεύει το πώς οι χριστιανοί στοχαστές μπορούν να συλλαμβάνουν το Θεό ως όν αναγκαίο και ταυτόχρονα ελεύθερο. Παρόλο που είναι ακατάληπτος, ο Θεός είναι ορατός για όποιον θέλει να τον δει, γιατί βρίσκεται παντού, μέσα σε κάθε πλάσμα, αφού κάθε πλάσμα είναι δεμένο με το Είναι και η ύπαρξή του δεν είναι δυνατή, αν δεν πηγάζει από το Θεό, που είναι το Είναι. Ο τρόπος αυτός του σκέπτεσθαι αντιτίθεται στον τρόπο του Αριστοτέλη, για τον οποίο δεν υπάρχει παρά λογική διαφορά μεταξύ ουσίας και ύπαρξης. Για τον Δαμασκηνό, και γενικότερα για το Χριστιανισμό, υπάρχει άβυσσος μεταξύ των δύο. Καθώς ο Θεός είναι το μοναδικό Είναι, έπεται κατ' ανάγκην ότι όλα τα πλάσματα που κατέχουν το Είναι συνιστούν αποτελέσματά του: Στη ρίζα των όντων είναι βαλμένη η πιο καθολική μορφή που υπάρχει».

* Βασίλειος Τατάκης,
Η Βυζαντινή Φιλοσοφία,
Εταιρεία Σπουδών Νεοελληνικού Πολιτισμού και Γενικής Παιδείας, Αθήνα 1977,
σσ. 117, 118.
[biblioasi.gr]

Τατάκης, Βασίλειος· καθηγητής τής Φιλοσοφίας στο Πανεπιστήμιο Θεσσαλονίκης (Άνδρος 1897 - Αθήνα 1986). Μετά την ολοκλήρωση τών φιλολογικών και φιλοσοφικών σπουδών του στο Πανεπιστήμιο Αθηνών και στην Σορβόνη, δίδαξε σε σχολεία τής Ελλάδας και τής Κύπρου (1922-1945). Ενδιάμεσα, διετέλεσε διευθυντής τού Πειραματικού Σχολείου του Πανεπιστημίου Θεσσαλονίκης (1934-1938). Το 1939 αναγορεύθηκε διδάκτορας τής Φιλοσοφίας στο Πανεπιστήμιο τής Θεσσαλονίκης, όπου παρουσίασε διατριβή με τίτλο Διαίρεση - Μερισμός. Ανώτατος εκπαιδευτικός σύμβουλος από το 1945, εξελέγη τακτικός καθηγητής τής φιλοσοφίας στο Πανεπιστήμιο της Θεσσαλονίκης το 1958, θέση στην οποία παρέμεινε ώς το 1967. Με το αξιολογότατο ιστορικοφιλοσοφικό έργο του, συνέβαλε σημαντικά στην διερεύνηση τής ελληνικής φιλοσοφικής σκέψης τών μεσαιωνικών κυρίως, αλλά και τών νεώτερων χρόνων. Επίσης, χάρη στα έργα του Panétius de Rhodes, le fondateur du moyen stoicisme («Παναίτιος ο Ρόδιος, ιδρυτής τού Μέσου Στωικισμού», 1931) και La Philosophie Byzantine («Η βυζαντινή φιλοσοφία», 1η έκδ. 1949. ανατ. 1959, ελλ. μετφρ. 1977). γραμμένα και τα δύο στα Γαλλικά, έγινε ευρύτερα γνωστός και συνέβαλε στην διάδοση τής ελληνικής φιλοσοφικής σκέψης στο εξωτερικό. Στο συγγραφικό του έργο συγκαταλέγονται φιλοσοφικά δοκίμια (Το πρόβλημα τής αλήθειας, 1933· Η τραγωδία τής γνώσεως, 1933· Παραγωγή-Επαγωγή, 1952 κ.ά.), μεταφράσεις πλατωνικών διαλόγων (Κρίτων, Ευθύφρων, Λάχης, Μένων, Θεαίτητος κ.ά). καθώς και έργων ξένων συγγραφέων [Οι δύο πηγές τής Ηθικής και τής Θρησκείας (Les deux sources de la morale et de la religion, 1932) τού Μπερξόν· To ελληνικό πνεύμα και η σημασία του για μας (The Greek Genius and its Meaning to Us, 1912) τού Λίβινγκστον κ.ά.] και σημαντικά επιστημονικά συγγράμματα, όπως: Θέματα χριστιανικής και βυζαντινής φιλοσοφίας (1952). Φιλοσοφία και Επιστήμη (1961), Λογική (1966), Η συμβολή τής Καππαδοκίας στην χριστιανική σκέψη (1967, ανατ. 1988), Ο Σωκράτης (1970), Η πορεία του ανθρώπου (1973), Γεράσιμος Βλάχος ο Κρης Σκέψη και ελευθερία (1975), Παιδαγωγική (1978), Μελετήματα Ιστορίας τής Φιλοσοφίας (1980) και ο τόμος τής Βασικής Βιβλιοθήκης: Σκούφος - Μηνιάτης - Βούλγαρης - Θεοτόκης (1953). Ο Τατάκης τιμήθηκε από την Ακαδημία Αθηνών με το Αριστείο Ιστορικών και Κοινωνικών Επιστημών (1982).

[Εγυκλοπαίδεια Πάπυρος Larousse Britannica, τόμ. 56] 


Τεκμήρια 

Saturday, April 3, 2010

Ιωάννης από τη Δαμασκό: ο Θεός & τα ονόματά Του κατά την "Ορθόδοξη Πίστη" /
John from Damascus: God and His names according to the "Expositio Fidei"


Περὶ τῶν ἐπὶ Θεοῦ λεγομένων

«Τὸ Θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴπομεν ἐπὶ Θεοῦ ἐκ τοσούτων συγκείμενον, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων οὐ τί κατ᾿ οὐσίαν ἐστί σημαίνειν οἴεσθαι, ἀλλ᾿ ἤ, τί οὐκ ἔστι, δηλοῦν ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων ἤ τι τῶν παρεπομένων τῇ φύσει ἢ ἐνέργειαν.

Δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ Θεοῦ λεγομένων ὀνομάτων εἶναι ὁ Ὤν, καθὼς αὐτὸς χρηματίζων τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους φησίν· «Εἶπον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ Ὤν ἀπέσταλκέ με». Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον. Ὡς δέ ὁ ἅγιος Διονύσιος φησίν, ὁ ἀγαθός. Οὐ γάρ ἔστιν ἐπί Θεοῦ εἰπεῖν, πρῶτον τό εἶναι, καί τότε τό ἀγαθόν.

Δεύτερον δὲ τὸ Θεὸς ὄνομα, ὃ λέγεται ἢ ἐκ τοῦ θέειν καὶ περιέπειν τὰ σύμπαντα ἢ ἐκ τοῦ αἴθειν ὅ ἐστι καίειν –«ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον» πᾶσαν κακίαν ἐστίν– ἢ ἀπὸ τοῦ θεᾶσθαι τὰ πάντα· ἀλάθητος γάρ ἐστι καὶ πάντων ἐπόπτης. Ἐθεάσατο γὰρ «τὰ πάντα πρὶν γενέσεως αὐτῶν» ἀχρόνως ἐννοήσας καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἄχρονον ἔννοιαν, ἥτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι, καιρῷ γίνεται.

Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι καὶ τοῦ τί εἶναι, τὸ δὲ δεύτερον ἐνεργείας· τὸ δὲ ἄναρχον καὶ ἄφθαρτον καὶ ἀγένητον, ἤτοι ἄκτιστον καὶ ἀσώματον καὶ ἀόρατον καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ, τουτέστιν ὅτι οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ φθείρεται, οὐδὲ ἔκτισται, οὐδέ ἐστι σῶμα, οὐδὲ ὁρᾶται. Τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ. Τὸ δὲ Κύριος βασιλεύς τε καὶ τὰ τοιαῦτα σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῖ· τῶν γὰρ κυριευομένων λέγεται Κύριος καὶ τῶν βασιλευομένων βασιλεύς, τῶν δημιουργουμένων δημιουργὸς καὶ τῶν ποιμαινομένων ποιμήν».

[Μετάφραση στη Δημοτική:
Αναφορικά με τα λεγόμενα σχετικά με τον Θεό
«Το Θείο [ενν. η θειότητα, η θεϊκή ιδιότητα] είναι απλό και ασύνθετο. Αυτό δε που αποτελείται από πολλά και διάφορα στοιχεία είναι σύνθετο. Αν όμως αποκαλέσουμε το άκτιστο, το άναρχο, το ασώματο, το αθάνατο, το αιώνιο, το αγαθό, το δημιουργικό και τα παρόμοια ως ουσιαστικές διαφορές σχετικά με τον Θεό, τότε –αποτελούμενος από τόσα πολλά στοιχεία– δεν θα είναι απλός αλλά σύνθετος, πράγμα που συνιστά τη μεγαλύτερη ασέβεια. Καθετί λοιπόν από τα λεγόμενα σχετικά με τον Θεό δεν πρέπει να θεωρούμε ότι δηλώνει τί είναι ο Θεός ως προς την ουσία του, αλλά, μάλλον, τι δεν είναι, φανερώνοντας μάλλον κάποια σχέση ως προς κάτι από αυτά που αντιδιαστέλλονται, ως προς κάτι που έχει σχέση με τη φύση ή κάποια ενέργεια.
Φαίνεται, λοιπόν, ότι Εκείνος που Είναι [ή, ο Ων] είναι το κυριότερο από όλα τα λεγόμενα ονόματα σχετικά με τον Θεό, όπως το λέει ο ίδιος αποκρινόμενος προς τον Μωυσή πάνω στο βουνό: «Είπα στους γιους του Ισραήλ: Εκείνος που Είναι με απέστειλε». Διότι  αφού το συμπεριέλαβε στον εαυτό του κατέχει την ολότητα του είναι [ενν. της ύπαρξης], σαν κάποιου είδους πέλαγος ουσίας που είναι άπειρο και απεριόριστο. Και όπως λέει ο άγιος Διονύσιος: «ο Αγαθός». Διότι δεν μπορούμε να πούμε σχετικά με τον Θεό ότι πρώτα είναι [ενν. υπάρχει] και έπειτα είναι αγαθός.
Δεύτερο δε είναι το όνομα Θεός, το οποίο προέρχεται είτε από το ότι τρέχει [«θέειν»]  και φροντίζει τα σύμπαντα είτε από το ότι «αίθει», που σημαίει καίει,–«διότι ο Θεός είναι φωτιά που κατακαίει» κάθε κακία–, ή από το ότι βλέπει [«θεάσθαι»] τα πάντα· διότι είναι αλάθητος και εποπτεύει τα πάντα. Διότι τα είδε «όλα πριν να γίνουν», αφού τα είχε προαιώνια στο νου του και το καθετί έγινε στον προκαθορισμένο χρόνο, σύμφωνα με  τη θεληματική σύλληψη που είχε προαιώνια στο νου του, η οποία σημαίνει τον προορισμό, την εικόνα και το πρότυπο.
Το πρώτο, λοιπόν, όνομα εκφράζει το ίδιο το είναι [ή, την ύπαρξη] καθαυτό και όχι το τι είδους είναι, ενώ το δεύτερο εκφράζει την ενέργεια· τα δε Άναρχος, Άφθαρτος και Αγένητος, δηλαδή αδημιούργητος, ασώματος, αόρατος και τα παρόμοια, δηλώνουν τί δεν είναι, ότι δηλαδή το είναι του [δηλ. η ύπαρξή του] δεν έχει αρχή, δεν φθείρεται, δεν έχει δημιουργηθεί, δεν είναι σώμα και δεν είναι ορατό. Τα δε Αγαθός, Δίκαιος, Όσιος και τα παρόμοια έχουν σχέση με τη φύση, δεν δηλώνουν κάτι σχετικά με την ουσία καθαυτή. Τα δε Κύριος, Βασιλιάς και τα παρόμοια δηλώνουν τη σχέση με αυτά που αντιδιαστέλλονται· διότι αποκαλείται Κύριος αυτών που κυριεύει Βασιλιάς αυτών στους οποίους βασιλεύει, Δημιουργός αυτών που δημιουργεί και Ποιμένας αυτών που ποιμαίνει».]
[English translation (mainly Schaff):
Concerning what is affirmed about God
«The Deity is simple and uncompound. But that which is composed of many and different elements is compound. If, then, we should speak of the qualities of being uncreate and without beginning and incorporeal and immortal and everlasting and good and creative and so forth as essential differences in the case of God, that which is composed of so many qualities will not be simple but must be compound. But this is impious in the extreme. Each then of the affirmations about God should be thought of as signifying not what He is in essence, but either something that it is impossible to make plain, or some relation to some of those things which are contrasts or some of those things that follow the nature, or an energy.
It appears then that the most proper of all the names given to God is ο Ων, He that Is, as He Himself said in answer to Moses on the mountain, "Say to the sons of Israel, He that is hath sent Me." For He keeps all being in His own embrace, like a sea of essence infinite and unseen. Or as the holy Dionysius says, "He that is good." For one cannot say of God that He has being in the first place and goodness in the second.
The second [name of God] is Θεός [God], derived from θέειν, to run, because He courses through all things, or from αίθειν, to burn: "For God is a fire consuming" all evils: or from θεάσθαι, because He is all-seeing: for nothing can escape Him, and over all He keepeth watch. For He saw all things before they were, holding them timelessly in His thoughts; and each one conformably to His voluntary anti timeless thought, which constitutes predetermination and image and pattern, comes into existence at the predetermined time.
The first name then conveys the notion of His existence and not of the nature of His existence: while the second contains the idea of energy. Further, the terms 'without beginning,' 'incorruptible,' 'unbegotten,' as also 'uncreate,' 'incorporeal,' 'unseen,' and so forth, explain what He is not: that is to say, they tell us that His being had no beginning, that He is not corruptible, nor created, nor corporeal, nor visible. Again, goodness and justice and piety and such like names belong to the nature, but do not explain His actual essence. Finally, Lord and King and names of that class indicate a relationship with their contrasts: for the name Lord has reference to those over whom the lord rules, and the name King to those under kingly authority, and the name Creator to the creatures, and the name Shepherd to the sheep he tends.»]

 * Ιωάννης Δαμασκηνός,
Έκδοσις Ακριβής της Ορθοδόξου Πίστεως, κεφ. 9.