.

Wednesday, October 19, 2011

Hermes Trismegistus,
Cyril of Alexandria
& the trinitarian doctrine /

Ο Ερμής ο Τρισμέγιστος,
ο Κύριλλος Αλεξανδρείας
& το τριαδικό δόγμα





Ὁ δὲ τρισμέγιστος Ἑρμῆς [Hermes Trismegistus] οὕτω πώς φησι· «Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνάτον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαμβάνεσθαι οὐ δυνατόν, καὶ τὸ ἀΐδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον· τὸ μὲν γὰρ ἀεὶ ἔστι, τὸ δὲ παρέρχεται, καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας  σκιάζεται. Ὅσῳ οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε, τοσούτῳ τὸ θνητὸν τοῦ θείου καὶ ἀθανάτου. Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος ἐπὶ τὴν θέαν τοῦ καλοῦ, καὶ ἀναπτήτω, καὶ αἰωρηθήτω, μὴ σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν, τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον, ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι, μήτε ἑαυτῷ ἀνόμοιον.» Καὶ πάλιν ὁ αὐτός· «Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡπᾶσα γὰρ δύναμις αὐτός ἐστι, μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν πάντων ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπεριέχει. Ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ ἀσώματον, καὶ τῶν γενητῶν πρὸς τὸ ἀγένητον, καὶ τῶν ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον, ἢ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια, καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ ὅτι τὸ μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον, τὰ δὲ κάτω ἀτελῆ ὄντα φθαρτά ἐστιν;»

Κύριλλος Αλεξανδρείας / Cyril of Alexandria,
Κατά Ιουλιανού / Contra Julianum (Against Julian) 1:43.15-44.11.



Ἐν τοῖς χρόνοις τῆς βασιλείας Σεσώστριος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὅστις ἔφρασεν τρεῖς μεγίστας δυνάμεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δημιουργοῦ θεοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπεν εἶναι. διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα· „εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ  τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν ἑαυτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι ἅπαντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτόν ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησεν. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων, „Οὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον· ἵλεως ἔσο. ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο βουλῇ· φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ.“ Ταῦτα καὶ ἐν τοῖς κατὰ Ἰουλιανοῦ βασιλέως ὑπὸ τοῦ ὁσιωτάτου Κυρίλλου συνταχθεῖσιν ἐμφέρεται πρὸς ἀπόδειξιν σαφεστέραν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησεν.

Πασχάλιο χρονικό (7ος αι.) / Chronicon Paschale (7th cent.) 85:8-86:13.


ἐπὶ τούτου Ἑρμῆν φασὶν ἐν Αἰγύπτῳ  θαυμαστὸν ἄνδρα γνωσθῆναι καὶ φοβερὸν ἐπὶ σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τοῦ δημιουργοῦ τῶν ὅλων θεοῦ, μίαν θεότητα εἶναι εἶπε· διὸ καὶ τρισμέγιστος Ἑρμῆς κατωνόμασται. ὃς οὕτω πρός τινα Ἀσκληπιὸν αὐτοῖς ῥήμασιν ἔφη “ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοῦ αἴτιον, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης. ἀεὶ ἐν αὐτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεὸς καὶ πατήρ· καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ ἐστίν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν.” οὕτως εἰπὼν ὁ Ἑρμῆς ηὔξατο “ὁρκίζω σε, οὐρανοῦ μεγάλου ἐργάτα, ὁρκίζω σε, φωνὴ πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ, ἵλεως ἔσο.” τῶν φωνῶν τούτων καὶ ὁ ἱερὸς Κύριλλος ἐμνήσθη εἰπὼν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς τριάδα ὡμολόγει.

Γεώργιος Κεδρηνός / George Cedrene,
Σύνοψις Ιστοριών / Compendium historiarum 1:36.15-37.10.


 Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ προειρημένου Σώστρου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας ὑποστάσεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπε· διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα. εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἐστὶ τὸ φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν αὑτῷ ὢν ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν.

Ιωάννης Μαλάλας / John Malalas,
Χρονογραφία / Chronographia 26:10-27:4.


Καὶ ὁ παραβάτης νομίσας ἀπαίδευτον εἶναί τινα τὸν τοῦ Χριστοῦ μάρτυρα καὶ τῆς Ἑλληνικῆς σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν· Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγέννηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ’ Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες, ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς, ὁ Τρισμέγιστος ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ ἑαυτὸν ἐπιγνούς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιοι βίβλοι διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζεται. Ὁμοίως δὲ καὶ Πυθαγόρας, ὁ τούτου μεταγενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ’ Εὔφορβος, ὁ ὑφ’ Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυθαγόρας, Μνησάρχου υἱός, Σάμιος. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων, μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως καὶ τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ τουτωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος· Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανομώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί σε, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χριστοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον, ὅσαπερ εἶπον, καὶ νῦν ἐπ’ ὀλίγον ἐρῶ τῆς αὐτῶν κηδόμενος σωτηρίας, ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ τῶν παρ’ ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμμάτων· Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώσεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς πᾶσαν νόσον ἀπήλασε καὶ πᾶσαν μαλακίαν καὶ τὸ παραδοξότερον ἑνὶ ῥήματι νεκροὺς ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον· ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυροῦ πάθος ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ μάρτυσι πεντακοσίοις καὶ στρατιωτῶν φρουρούντων αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν αὐτοῦ συκοφαντῆσαι βουλόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ’ ὅλαις τεσσαράκοντα ἡμέραις μετ’ αὐτῶν συναναστρεφόμενος καὶ ὁρώντων αὐτῶν καὶ βλεπόντων ἀνελήφθη εἰς τοὺς οὐρανοὺς ἐξαποστείλας αὐτοῖς τὴν τοῦ ἁγίου πνεύματος δωρεάν τε καὶ δύναμιν, ὥστε καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι καὶ μὴ ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος· ἐλάλει γὰρ ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόρρω προβλέπειν καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα καὶ δόρυ καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ καὶ ἄοπλοι καὶ πένητες πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλλοντες. Καὶ ταῦτα τίνες; Ἁλιεῖς καὶ ἀγράμματοι καὶ τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. Οὓς δὲ αὐτὸς παρεισήγαγες ἐπικερτομῶν τὴν Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολόγους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέσθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν ἢ μέρος τι τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου νεκροὺς ἐξανέστησεν ἢ λεπροὺς ἐκαθάρισεν ἢ δαίμονας ἀπήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ’ Ἑρμῆς μὲν ὁ Τρισμέγιστος ὑφ’ ὑμῶν προσαγορευόμενος Αἰγύπτιος γέγονεν ἄνθρωπος καὶ τοῖς Αἰγυπτίων νόμοις τραφεὶς γυναῖκά τε γήμας παῖδας ἐτέκνωσεν, ὧν τὸν πρεσβύτερον Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς διαλέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκληπιὸν τὸν προκατάρξαντα καθ’ ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ᾧ καὶ τὴν ἑαυτοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· «Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισυπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι, πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ’ ἑαυτοὺς ἐπεσπάσαντο.» Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐλεύσεως καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν διαγορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τῆς Ἑβραίων θεολογίας ταύτην ἀπαρυσάμενος. Ἀλλὰ τί μοι τῶν σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ’ ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ ἀπερρυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων ἐρωτᾶν τοὺς νεκρούς, ἔχων ἐκ τῶν θεοσόφων λογίων τοὺς ἀληθεῖς μάρτυρας, οἳ τὴν τοῦ Χριστοῦ παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν.

Ιωάννης Δαμασκηνός / John of Damascus,
Μαρτύριο μεγαλομάρτυρα Αρτεμίου / Passio magni martyris Artemii 26:8-28:24.


Ἑρμῆς, ὁ Τρισμέγιστος· οὗτος ἦν Αἰγύπτιος σοφός· ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. ἐκέκλητο δὲ Τρισμέγιστος, διότι περὶ τριάδος ἐφθέγξατο εἰπών, ἐν τριάδι μίαν εἶναι θεότητα οὕτως· ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης· καὶ πνεῦμα πάντα περιέχον. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργικός, ἐν γονίμῳ φύσει παῖς ὢν καὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· ὁρκίζω σε, οὐρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πατρός, τοῦ περιέχοντος πάντα, ἵλεως, ἵλεως ἔσο.

Λεξικό Σούδα / Suda, Lexicon,
"Ἑρμῆς, ὁ Τρισμέγιστος" (3038).


No comments: