Μακεδ. Πάλιν οὖν τὰ τρία ἓν λέγω. Ὀρθ. Ταῖς ὑποστάσεσιν οὐχ ἓν, ἀλλὰ τρία.
Μακεδ. Πῶς οὖνλέγω μίαν φύσιν; Ὀρθ. Ὅτι ὁμοίως ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, τὴν τοῦ Πατρὸς ἀθανασίαν ἔχει. Καὶ ὥσπερ Παῦλος, καὶ Πέτρος, καὶ Τιμόθεος, φύσεως μιᾶς εἰσι, καὶ τρεῖς ὑποστάσεις· οὕτως Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις λέγω, καὶ μίαν φύσιν. Μακεδ. Ἀλλὰ τῶν ἀνθρώπων προϋπάρχουσιν ἄλλοι ἄνθρωποι· ἄρα καὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος προϋπάρχει ἄλλη φύσις. Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Πῶς οὖν λέγεις· Οὕτως, ὡς ἐπὶ ἀνθρώπων; Ὀρθ. Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸ αὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος, ἀλλ’ αὐτὸς ὁ Θεός. Πατρὸς δὲ καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος οὐδὲν προϋπάρχει· ἀλλ’ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται. Μακεδ. Οὐκ ἔστιν οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα; Ὀρθ. Πάντα μὲν τὰ τοῦ Πατρὸς, εἰσὶ καὶ τοῦ Υἱοῦ.
* Athanasius / Αθανάσιος Αλεξανδρείας, Dialogi duo contra Macedonianos / Δύο Λόγοι ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου [Sp.], PG 28:1304.
|
No comments:
Post a Comment