.

Friday, December 9, 2011

Ο αφορισμός & η κατάρα
εναντίον εκείνου
που αδικεί οικονομικά ένα μοναστήρι:
Μονή Κουτλουμουσίου κατά Νικολάκη Χάστα /

Excommunication & curse
against a Church member
for financial reasons
towards the Koutloumousiou monastery






   
Ἱερώτατε ἀρχιεπίσκοπε Προικονήσου ἐν ἁγίῳ πν(εύματι) ἀγαπητὲ ἀδελφὲ καὶ συλλειτουργέ, καὶ ἐντιμότατοι κληρικοί, εὐλαβέστατοι ἱερεῖς, χρήσιμοι γέροντες καὶ προεστῶτες τῆς ἐπαρχίας ταύτης,

χάρις εἴη ὑμῖν καὶ εἰρήνη παρὰ Θεοῦ. Οἱ ὁσιώτατοι πατέρες τοῦ κατὰ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθωνος
ἱεροῦ καὶ σεβασμίου ἡμετέρου πατριαρχικοῦ καὶ σταυροπηγιακοῦ μοναστηρίου τοῦ Κουτλουμουσίου ἀνήγγειλαν ἡμῖν ὅτι ὁ ποτὲ Τριαντάφυλλος τοῦ Μανολάκη, ἀπὸ χωρίου Ἀλώνης τῆς ἐπαρχίας ταύτης, ἐν τοῖς ζῶσι διατελῶν περιερχόμενος χάριν προσκυνήσεως εἰς τὸ ἁγιώνυμον ὄρος, ἐπορεύθη καὶ εἰς τὸ ῥηθὲν μοναστήριον τοῦ Κουτλουμουσίου, κἀκεῖσε προσκυνήσας, ἔγραψε καὶ χάριν μνημοσύνου δεκατρία ὀνόματα, ὑπὲρ ὧν ἀφιέρωσε διὰ γράμματος αὐτοῦ ὑπογεγραμμένου τὸ τρίτον μέρος ἁπαξαπάσης τῆς περιουσίας αὐτοῦ, ὅπως δοθῇ ἀμεταθέτως μετὰ θάνατον αὐτοῦ εἰς τὸ ῥηθὲν τουτὶ ἱερὸν μοναστήριον, ἐξαιρουμένου πρῶτον τοῦ χρέους αὐτοῦ καὶ τῶν ὧν ἀφῆκε τῇ γυναικὶ πραγμάτων. Ἐν τῷ ἀπαιτεῖσθαι δὲ δικαίως παρὰ τῶν ῥηθέντων πατέρων τὸ τρίτον μέρος τῶν καταληφθέντων πραγμάτων τοῦ ποτὲ Τριανταφύλλου, ἡ μὲν γυνὴ ἐκείνου πείθεται τῇ διαταγῇ τοῦ ἀνδρὸς αὐτῆς καὶ οὐκ ἀντιλέγει, ὁ δὲ ἐξάδελφος τοῦ ἀνδρὸς αὐτῆς Νικολάκης Χαστᾶς, οὐκ ἐᾷ λαβεῖν τοὺς πατέρας τὸ δίκαιον τοῦ μοναστηρίου αὐτῶν, ἐναντιούμενος διαφόρως τῇ εὐλόγῳ διαταγῇ τοῦ ποτὲ Τριανταφύλλου, καὶ προβάλλων ἐκτὸς τοῦ γνησίου χρέους ἐκείνου καὶ ἄλλα νόθα χρέη, καὶ ὅλως ζητῶν παντοιοτρόπως ζημιῶσαι τὸ μοναστήριον.

Ὅπερ μὴ ἀνεχόμενοι οἱ ἐν αὐτῷ ἀσκούμενοι πατέρες, προσέδραμον τῇ εὐθυδικίᾳ τῆς ἐκκλησίας, καὶ ἐδεήθησαν θερμῶς ἐκδοθῆναι τὸ παρὸν ἡμέτερον πατριαρχικὸν ἐκκλησιαστικὸν γράμμα εἰς ἀποκατάστασιν καὶ λῆψιν τῶν μοναστηριακῶν δικαίων αὐτῶν, καὶ κατὰ τοῦ ῥηθέντος Νικολάκη Χαστᾶ, ἔτι δὲ καὶ κατὰ τῶν σπευδόντων
οἱῳδήτινι τρόπῳ ἀδικῆσαι τὸ ῥηθὲν μοναστήριον. Καὶ δὴ βεβαιωθέντες ἀκριβῶς ἀπὸ γράμματος τῆς σῆς ἱερότητος οὕτως ἔχειν τὴν ἀλήθειαν, γράφοντες ἀποφαινόμεθα συνοδικῶς μετὰ τῶν περὶ ἡμᾶς ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων τῶν ἐν ἁγίῳ πν(εύματι) ἀγαπητῶν ἡμῶν ἀδελφῶν καὶ συλλειτουργῶν, ἵνα ὁ ῥηθεὶς Νικολάκης Χαστᾶς, πρωτεξάδελφος τοῦ ποτὲ Τριανταφύλλου, καὶ ὅσοι ἄλλοι τῶν χριστιανῶν, ἄνδρες ἢ γυναῖκες, συγγενεῖς ἢ ξένοι, νέοι ἢ γέροντες, σπεύδουσι τρόπῳ οἱῳδήτινι ἀδικῆσαι τὸ ῥηθὲν μοναστήριον, ἂν μὴ οὗτοι πάντες ἅμα τῷ ἀκοῦσαι καὶ ἰδεῖν τὸ παρὸν ἡμέτερον τῆς τελείας ἐκκλησιαστικῆς ἀποφάσεως γράμμα, παυσάμενοι πάσης ἀντιλογίας καὶ ἐναντιότητος, ἀφήσωσι λαβεῖν τὸ μοναστήριον τὸ τρίτον μέρος τῶν καταληφθέντων πραγμάτων τοῦ ποτὲ Τριανταφύλλου, μετὰ τὴν ἑξαίρεσιν τοῦ γνησίου χρέους ἐκείνου καὶ τῶν ὧν ἀφῆκε τῇ γυναικὶ αὐτοῦ πραγμάτων, κατὰ τὴν διαταγὴν ἐκείνου, καὶ κατὰ τὸ ὅπερ ἔχουσιν εἰς χεῖρας αὐτῶν οἱ πατέρες ἐνυπόγραφον ἐκείνου ἀφιερωτικὸν γράμμα, ἀλλὰ προφασιζόμενοι διαφόρως ἀντιλέγοντές τε καὶ ἑτέρου νόθου χρέους προσθήκην ποιούμενοι καὶ ὅλως μετερχόμενοι τρόπους πολυειδεῖς ἐπὶ τῷ ἀδικῆσαι τὸ μοναστήριον, φανῶσιν ἀπειθεῖς καὶ παρήκοοι τῶν πατριαρχικῶν ἡμῶν καὶ συνοδικῶν ἑπιταγῶν, καὶ οὐκ ἐάσωσι λαβεῖν τὸ μοναστήριον τὸ δίκαιον αὐτοῦ, οἱ τοιοῦτοι ὁποῖοι ἂν ὦσιν μετὰ τοῦ ῥηθέντος κακεντρεχοῦς καὶ κακοτρόπου Νικολάκη Χαστᾶ ἀφωρισμένοι εἴησαν ἀπὸ Θεοῦ καὶ κατηραμένοι καὶ ἀσυγχώρητοι καὶ μετὰ θάνατον ἄλυτοι, αἱ πέτραι καὶ ὁ σίδηρος λυθείησαν, αὐτοὶ δὲ μηδαμῶς, κληρονομήσειαν τὴν λέπραν τοῦ Γιεζῆ καὶ τὴν ἀγχόνην τοῦ Ἰούδα, ἡ ὀργὴ τοῦ Θεοῦ εἴη ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἡ μερὶς αὐτῶν μετὰ τοῦ προδότου Ἰούδα, καὶ προκοπὴν μήποτε ἴδοιεν, ἔχοντες καὶ τὰς ἀρὰς πάντων τῶν ἀπ’ αἰῶνος ὁσίων καὶ θεοφόρων τῆς ἐκκλησίας πατέρων, ὁ δὲ ῥηθεὶς Νικολάκης Χαστᾶς ὡς φιλάδικος, κακότροπος καὶ μαθητὴς τοῦ διαβόλου ὑπάρχῃ καὶ ἔξω τῆς τοῦ Χ(ριστο)ῦ ἐκκλησίας καὶ τῆς τῶν χριστιανῶν συναναστροφῆς, συνομιλίας καὶ ὁμηγύρεως, μηδεὶς ἐκκλησιάσῃ αὐτὸν ἢ ἁγιάσῃ ἢ θυμιάσῃ ἢ συναναστραφῇ αὐτῷ ἐξ ἀποφάσεως. ͵αφπηω.

   
ΕΝ ΜΗΝΙ ΑΥΓΟΥΣΤΩ ΙΝΔΙΚΤΙΩΝΟΣ ϛης:

   
Ὁ Καισαρείας Γρηγόριος ☩ Ὁ Ἐφέσου Σαμουήλ
—☩
Ὁ Ἠρακλείας Μεθόδιος Ὁ Κυζίκου Ἀγάπιος
—☩
Ὁ Νικομηδίας Γεράσιμος ☩ Ὁ Δέρκων Ἀνανίας
—☩
Ὁ Τορνόβου Καλλίνικος Ὁ Λαρίσσης Μελέτιος
—☩
Ὁ Ἄρτης Μακάριος.


* Acta Monasterii Cutlumusii Acta, Eccl. et Legal.,
Επιστολή Πατριάρχου Προκοπίου [Epistula Procopii patriarchae] (a./περ. 1788).

Source: / Πηγή:

P. Lemerle,
Actes de Kutlumus [Archives de l'Athos II (2). Paris: P. Lethielleux, 1945/1988]: 208-209.


No comments: