.

Saturday, December 10, 2011

Ιωάννης ο Χρυσόστομος:
Υποβοηθητικοί λογισμοί
για την αποφυγή της αμαρτίας




Πολλοὶ  ἁμαρτάνουσιν οἷα τὰ ἐπὶ τῶν Σοδόμων, ἀλλὰ πῦρ οὐκ ἦλθεν ὑετοῦ· πύρινος γὰρ ἡτοίμασται ποταμός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλμησαν· ἀλλ’ οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν εἰς Ἐρυθρὰν θάλασσαν· τὸ γὰρ πέλαγος αὐτοὺς μένει τὸ τῆς ἀβύσσου, ἔνθα οὐ μετὰ ἀναισθησίας ἡ τιμωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ’ ἐπὶ πλέον κολαζομένους, τηγανιζομένους, ἀπαγχονιζομένους ἀναλίσκεσθαι. Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλμησαν· ἀλλ’ οὐκ ἔφαγον αὐτοὺς ὄφεις· μένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλμησαν· ἀλλ’ οὐκ ἐλεπρώθησαν· μένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτομηθῆναι, καὶ τεθῆναι μετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤμοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, μὴ θαῤῥῶμεν· μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ παρὰ πόδας, ἀλλ’ ἐφ’ ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ· ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν. Ὥστε ὅταν ἴδῃς τί σοι συμβὰν, ἀναμνήσθητί σου τῆς ἁμαρτίας ἐκείνης.

* Ιωάννης ο Χρυσόστομος / John Chrysostom,
Υπόμνημα εις τας Πράξεις των Αποστόλων / In Acta apostolorum
homilia/ομιλία 12.

Source: / Πηγή:
MPG 60:104.36.

2 comments:

Anonymous said...

Μετάφραση;

digiSapientia said...

Θα χρειαστεί να ανατρέξετε στην ΕΠΕ.