Michael Psellos (left) with his student, Byzantine Emperor Michael VII Doukas. / Ο Μιχαήλ Ψελλός (αριστερά) με τον μαθητή του, αυτοκράτορα Μιχαήλ Ζ' Δούκα Παραπινάκη. |
Ὅτι δὲ πολλαχοῦ τῶν οἰκείων λόγων οἱ προφῆται οὐχ ἑνὸς θεοῦ, ἀλλὰ πῇ μὲν δύο, πῇ δὲ τριῶν μέ[μνηνται], ἐν πολλοῖς δηλώσω. αὐτίκα ὁ αὐτὸς προφήτης Δαυὶδ ἐν τῷ ρθʹ ψαλμῷ οὕτω λέγει ἀρχόμενος· ‘εἶπεν ὁ κύριος τῷ κ[υρίῳ μου], κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σ[οι κύριος] ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λα[μπρό]τησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται.’ ταῦτα μὲν ὁ προ[φήτης]· σὺ δὲ μὴ ἀκούων δύο θεῶν ἢ τριῶν παρ’ ἡμῶν δοξαζομένων εἰς ἔννοιαν καταπέσῃς πολυθεΐας, εἷς γὰρ θεὸς ὁ πα[ρ’ ἡ]μῖν λατρευόμενος, τὴν μὲν οὐσίαν ἄτμητος καὶ ἀμέριστος, διῃρημένος δὲ τοῖς προσώποις καὶ ταῖς ἰδιότησιν. Ἰουδαῖ[οι μὲν] γὰρ διὰ πενίαν ψυχῆς καὶ †θεότητος† ἑνὶ μόνῳ προσώπῳ τὸ τῆς θεότητος περιγράφουσιν ὄνομα, Ἕλληνες διὰ νόσον πολυθε[ΐας] πολλοὺς θεοὺς ἀνεπλάσαντο· ἡμεῖς δὲ τάς τε ἐλλείψεις καὶ τὰς ὑπερβολὰς ἑκατέρων διωθούμενοι μίαν φαμὲν θεότητα καὶ μίαν οὐσίαν καὶ μίαν φύσιν θεοῦ καὶ μίαν μορφήν, τρία δὲ πρόσωπα καὶ τρεῖς ὑποστάσεις καὶ τρεῖς χαρακτῆρας καὶ ἰδιότητας. τοὺς μὲν γὰρ πολλοὺς καὶ ἀπειροτέρους τῶν ὑψηλοτέρων ἐννοιῶν καὶ τῆς ἀκριβεστέρας θεολογίας σαίνει πως τὸ ἕνα θεόν, ἄτμ[ητον] ὑπόστασιν μήτε υἱὸν γεννήσασαν μήτε θεῖον προβαλοῦσαν πνεῦμα, κηρύττεσθαι καὶ ἀναγορεύεσθαι, δεδοικότας μὴ πολυθεΐαν κατακριθῶσι καὶ μὴ εἰς ἐμπαθεῖς ὑπολήψεις ἐμπέσωσι πατέρα γεννῶντα καὶ υἱὸν γεννώμενον λέγον[τες] καὶ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον. φοβοῦνται δὲ φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ αἰσχύνονται περὶ θειοτέρου πράγματος, ὑπὲρ οὗ ἔδει τούτους παρρησιάζεσθαι.
* Μιχαήλ Ψελλός / Michael Psellos,
Opusculum / Εργίδιο 3:547-576.
J.M. Duffy and L.G. Westerink, Michael Psellus Theologica, Vol. II [Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana. Munich-Leipzig: K.G. Saur, 2002],
pp./σσ. 34, 35.
No comments:
Post a Comment