.

Monday, April 2, 2012

Ο Γεννάδιος (Γεώργιος) Σχολάριος
περί της μεταχείρισης
από την Εκκλησία & το θεοκρατικό Κράτος
των αιρετικών & των αποστατών /

Gennadius (Georgios) Scholarios
concerning the treatment
by the Church & the theocratic State
of the heretics & the apostates





Περὶ δὲ τῶν αἱρετικῶν ὑπομένει αὐτῷ τῷ Παύλῳ πρὸς Τιμόθεον γράφοντι· „Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.“ Τοιοῦτόν τι διαπράττεται διὰ τὴν πολλὴν αὐτῆς ἐπιείκειαν καὶ τὸν οἶκτον ὃν ἔχει πρὸς τὴν τῶν πλανωμένων ἐπιστροφήν· ἅπαξ καὶ δεύτερον νουθετεῖ τοὺς αἱρετικούς, καὶ αὖθις δὲ ἐνισταμένους ὁρῶσα, ἀπογνοῦσα τὴν ἐκείνων ἐπιστροφήν, τῆς σωτηρίας λοιπὸν φροντίζει τῶν ἄλλων, καὶ ἀπόφασιν ἀφορισμοῦ κατ’ αὐτῶν φέρουσα χωρίζει τούτους τῶν εὐσεβῶν, ἵνα μηδεὶς προσιὼν αὐτοῖς βλάπτηται. Χωρισθέντες δὲ τῆς Ἐκκλησίας καὶ τὸν χωρισμὸν ἐνεγκόντες, ἐπεὶ νοσοῦσιν ἀνίατα, εἰ μὲν ἑαυτοῖς μόνοις τὰ διεστραμμένα φυλάττουσι δόγματα, μένουσιν ἐκ τῶν κοσμικῶν ἀρχόντων κακῶν ἀπαθεῖς, ὥσπερ οἱ ἄπιστοι. Εἰ δὲ φιλονεικίας ὑποσπείρουσιν καὶ τοῖς ἑαυτῶν ἐπαγωνίζονται δόγμασιν, ἀνάγκη τοῖς κοσμικοῖς ἐπίκειται ἄρχουσιν ἀπειλεῖν, εἵργειν, τὰ τοιαῦτα ποιεῖν ἐπ’ αὐτοῖς, ὡς ἂν μὴ δύναιντο βλάπτειν τοὺς ἄλλους. Ἐπεὶ δὲ ὁ ἀποστάτης τῆς πίστεως καὶ τοὺς αἱρετικοὺς καὶ τοὺς καθ’ ἅπαξ ἀπίστους ὑπερβάλλει πολλῷ τῷ μέσῳ· „Βέλτιον γὰρ ἦν, φησὶν αὐτοῖς ὁ μακάριος Πέτρος, τὴν ἀλήθειαν μὴ ἐπιγνῶναι ἢ μετὰ τὴν ἐπίγνωσιν ἀναχωρῆσαι“· ἐπιτρέπει μὲν οὖν οὐδαμῶς φανερῶς οὕτως ἡ Ἐκκλησία τοῖς κοσμικοῖς ἄρχουσι κολάζειν αὐτούς· εἰ μέντοι γε τοῦτο ποιοῖεν οἱ ἄρχοντες τῷ τῆς πίστεως ζήλῳ κινούμενοι καὶ τῇ Ἐκκλησίᾳ τὴν ἀσφάλειαν κατακτώμενοι, ἀποδέχεται τούτους καὶ στεφανοῖ· οὐ γὰρ ταὐτόν ἐστιν ἐπιτάξαι καὶ ἐπαινέσαι, ἀλλὰ πολλὰ ἐπαινεῖ μὲν ἡ Ἐκκλησία γιγνόμενα καὶ βούλοιτ’ ἂν οὕτω γίνεσθαι· οὐκ ἐπιτάττει δὲ φανερῶς οὑτωσί. Οἷον οὐκ ἐπιτάττει τοὺς κιβδηλεύοντας τὸ νόμισμα κτείνειν, οὐδ’ εἰ τοιοῦτόν τινα λαβών τις ἄρχων ἐπυνθάνετο τῆς Ἐκκλησίας τί ἂν δέοι ποιεῖν ἐπ’ αὐτῷ, εἶπεν ἂν ἐκείνη δεῖν κτείνειν τὸν ἄνθρωπον· εἰ δ’ ὁ ἄρχων λαβὼν ἀνασκολοπίσειεν ἢ ἀκρωτηριάσειεν κατὰ τοὺς ἑκασταχοῦ κειμένους καὶ ἐνεργουμένους νόμους, ἡ Ἐκκλησία οὔτ’ ἀγανακτήσει τῷ ἄρχοντι, καὶ ἐπαινέσεται μᾶλλον, καὶ ἀφιέντα ψέξειεν ἄν. Πόσῳ δὲ τῷ μέσῳ χείρων ἐστὶν ὁ διαφθείρων τὴν πίστιν, δι’ ἣν ἡ σωτηρία ταῖς τῶν ἀνθρώπων ψυχαῖς, τοῦ τὸ νόμισμα κιβδηλεύοντος, δι’ οὗπερ εἰς τὴν πρόσκαιρον ζωὴν βοηθούμεθα;


Ὁ Γεννάδιος τῷ φρονιμωτάτῳ καὶ εὐσεβεῖ ἄρχοντι κυρῷ Μανουὴλ Ῥαοὺλ τῷ Οἰσῇ.

Επιστολή Γεωργίου Σχολάριου (μετά το 1450) /
Epistulae Georgii Scholarii (post 1450).

Source: / Πηγή:
M. Jugie, L. Petit, and X.A. Siderides,
Oeuvres complètes de Georges (Gennadios) Scholarios.
Paris: Maison de la bonne presse, 1935,
vol./τόμ. 4, epist./επιστ. 2, p./σ. 486.





No comments: