Ἐν αὐτῷ δὲ τῷ χρόνῳ διεβλήθησάν τινες τῶν ἐπισκόπων ἀπὸ διαφόρων ἐπαρχιῶν ὡς κακῶς βιοῦντες περὶ τὰ σωματικὰ καὶ ἀρσενοκοιτοῦντες. ἐν οἷς ἦν Ἠσαΐας ὁ τῆς Ῥόδου ὁ ἀπὸ νυκτεπάρχων Κωνσταντινουπόλεως, ὁμοίως δὲ καὶ ὁ ἀπὸ Διὸς πόλεως τῆς Θρᾴκης, ὀνόματι Ἀλέξανδρος. οἵτινες κατὰ θείαν πρόσταξιν ἠνέχθησαν ἐν Κωνσταντινουπόλει, καὶ ἐξετασθέντες καθῃρέθησαν ὑπὸ Βίκτωρος ἐπάρχου πόλεως, ὅστις ἐτιμωρήσατο αὐτούς, καὶ τὸν μὲν Ἠσαΐαν πικρῶς βασανίσας ἐξώρισεν, τὸν δὲ Ἀλέξανδρον καυλοτομήσας ἐπόμπευσεν εἰς κραβαταρίαν· καὶ εὐθέως προσέταξεν ὁ αὐτὸς βασιλεὺς [Ἰουστινιανὸς] τοὺς ἐν παιδεραστίαις εὑρισκομένους καυλοτομεῖσθαι. καὶ συνεσχέθησαν ἐν αὐτῷ τῷ καιρῷ πολλοὶ ἀνδροκοῖται, καὶ καυλοτομηθέντες ἀπέθανον. καὶ ἐγένετο ἔκτοτε φόβος κατὰ τῶν νοσούντων τὴν τῶν ἀρρένων ἐπιθυμίαν.
* Ιωάννης Μαλάλας / Johannes Malalas,
Χρονογραφία / Chronographia 18:18
I. Thurn, Ioannis Malalae Chronographia
[Corpus Fontium Historiae Byzantinae. Series Berolinensis 35.
Berlin - New York: De Gruyter, 2000]
- o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o -
Γέγονε δὲ καὶ διαστροφὴ περὶ τοῦ πάσχα, καὶ ὁ μὲν πλεῖστος λαὸς ἐποίησε τὴν ἀπόκρεων πρὸ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα, καὶ πάντες οἱ κρεοπῶλαι σφάξαντες, οὐδεὶς ἠγόραζεν· οὐδὲ γὰρ ἤσθιον. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη νηστεύων ὁ λαὸς ἑβδομάδα περισσοτέραν. Καὶ διεβλήθησαν τότε τινὲς ὡς ἀρρενοφθόροι. ὁ δὲ βασιλεὺς διάταξιν ἐξεφώνησεν ἔχουσαν οὕτως· πάντας τοὺς εὑρισκομένους τοὺς μὲν καυλοτομεῖσθαι, τῶν δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων αὐτῶν, καὶ οὕτω κατὰ τὴν ἀγορὰν γυμνοὺς θριαμβεύεσθαι. διὸ καὶ πολλοὶ τῶν μεγιστάνων εὑρέθησαν, τῶν δὲ ἀρχιερέων οὐκ ὀλίγοι, καὶ οὕτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ λοιποὶ ἐσωφρονίσθησαν. καὶ μάλα εἰκότως· ὀλολυζέτω, γάρ φησιν, πίτυς ὅτι πέπτωκε κέδρος, τοῦτ’ ἔστι τῶν ἰσχυρῶν καὶ μεγάλων πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν. οὕτω γε μὴν καὶ ὁ σοφὸς λέγει· τῶν ἀσεβῶν πιπτόντων δίκαιοι κατάφοβοι γίνονται. καί· λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται.
Ἡ τοίνυν μυσαρωτάτη καὶ λυσσώδης αὕτη καὶ παρὰ φύσιν ἁμαρτία πρώην ὑπὸ Σοδόμων διαπραττομένη καὶ ὥσπερ τις φωνὴ ἀνερχομένη καὶ βοῶσα τὸ μέγεθος τῆς ἀσεβείας εἰς τὰ ὦτα κυρίου Σαβαώθ, ἔφασκεν ὁ πολλὰ πρῶτον μακροθυμήσας καὶ ὕστερον διὰ τὸ ἀμετανόητον αὐτῶν καὶ ἀνεπίστροφον τῆς ἀδιακρίτου καὶ ἀκολάστου γνώμης ἐπάξας μάλα δικαίως τὴν τιμωρίαν· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καὶ ἐπάγει λέγουσα ἡ γραφή· καὶ ἔβρεξε κύριος πῦρ, καὶ θεῖον παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν. εἰ δέ τις τῶν μὴ τὴν γῆν ἐκείνην ἑωρακότων ἀπιστοίη μὴ οὕτως ἔχειν, ἀκουέτω τῆς θείας γραφῆς διηγουμένης καὶ λεγούσης· αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως· ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά. ὡσαύτως γε καὶ Ἰούδα Ἰακώβου φάσκοντος· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· ἀπιστεῖ τις τῇ γεέννῃ; τὰ Σόδομα διαλογιζέσθω, τὰ Γόμορρα ἐννοείτω, τὴν γεγενημένην τιμωρίαν καὶ ἔτι μένουσαν καὶ τοῦ διαιωνίζειν τὴν κόλασιν ἐναργὲς τεκμήριον παριστῶσαν. καὶ γὰρ οὐ μόνον ἡ γῆ, ἀλλὰ καὶ αὐτὸς ὁ ἀὴρ καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς. καὶ καθάπερ σώματος ἐμπρησθέντος τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει καὶ ὁ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι, οὕτω δὴ κἀκεῖσε γῆν ἔστιν ἰδεῖν, ἀλλ’ οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφρα, πάντα σποδός· δένδρα καὶ καρπούς, ἀλλ’ οὐδὲν δένδρων οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ’ οὐδὲν ὕδατος οὐδὲ ἀέρος, ἐπειδὴ καὶ ταῦτα τετέφρωνται. τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός ἐστιν ὁ ἀήρ, κάμινος τὸ ὕδωρ, πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα πρὸς τιμωρίαν τῆς προλαβούσης ὀργῆς καὶ εἰκόνες τῆς μελλούσης κολάσεως. ἐννόησον τοίνυν ἡλίκον ἐστὶ τὸ ἁμάρτημα ὡς βιάσασθαι πρὸ καιροῦ τὴν γέενναν φανῆναι. καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν καὶ παράνομος ἡ μίξις, καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ χαλεπὴ καὶ ἐπάρατος ἐπιθυμία. ἀλλ’ ὢ τῆς παραπληξίας τῶν τοῦτο κατεργαζομένων. καὶ γὰρ ἀλόγων ἀνοητότεροι καὶ κυνῶν ἀναιδέστεροι. οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ’ ἐκείνοις, ἀλλ’ ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις. τούτους καὶ ἀνδροφόνων χείρους εἶναι λέγω, καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης. ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος ἐχώρισεν, οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος ἀπώλεσεν. πόθεν οὖν ἐτέχθη τὸ μέγα τοῦτο κακόν; ἀπὸ τρυφῆς καὶ σπατάλης καὶ ἀπὸ τοῦ μὴ φοβεῖσθαι τὸν θεὸν καὶ τὴν μέλλουσαν κρίσιν. ὅταν γὰρ ἐκβάλωσί τινες τὸν τοιοῦτον φόβον ἐκ τῆς καρδίας αὐτῶν, ἐγκαταλιμπάνονται εἰς τέλος καὶ οὕτως ἔρχονται εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς καὶ εἰς πάθη ἀτιμίας. ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες γῆν σιτοῦνται καὶ λίθους μικράς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόμενοι σφοδροῦ καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν, οὕτω κἀκεῖνοι καταλειφθέντες διὰ τὰς προειρημένας αἰτίας πρὸς τὸν ἄθεσμον τοῦτον ἐξεκαύθησαν ἔρωτα. εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ’ ἥδονται, μὴ θαυμάσῃς. καὶ γὰρ οἱ μαινόμενοι καὶ φρενίτιδι κατεχόμενοι νόσῳ τὰ πολλὰ ἑαυτοὺς ἀδικοῦντες καὶ ἐλεεινὰ πράσσοντες, ἐφ’ οἷς αὐτοὺς ἕτεροι δακρύουσιν, γελῶσι καὶ τοῖς γινομένοις αὐτοῖς ἐντρυφῶσιν. πόσαι λοιπὸν γέενναι τοῖς τοιούτοις ἀρκέσωσιν, καὶ πόσα κολαστήρια; εἰ δὲ καταγελᾷς γεέννης ἀκούων καὶ ἀπιστεῖς ἐκείνῳ τῷ πυρί, ἀναμνήσθητι πάλιν τὸν ἐν Σοδόμοις θεῖον ἐμπρησμὸν καὶ τὴν φοβερὰν ἐκείνην φλόγωσιν. εἰ οὖν τοιαῦτα πράττων καὶ σὺ δίκην οὐ δίδως, μὴ θαυμάσῃς. ἐκεῖνοι μὲν γὰρ ὡς μὴ τὴν γέενναν εἰδότες ἐκολάσθησαν παρὰ πόδας, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς ἐνταῦθα, ἐκεῖ πάντα χαλεπωτέρως ἀποτίσῃ καὶ κολασθήσῃ. διὰ τί; ὅτι πλείονος ἀπηλαύσαμεν χάριτος. ὅταν δὲ καὶ πλείονα καὶ μείζονα πταίωμεν ἐκείνων, ποίας συγγνώμης τύχωμεν ἐκ προγόνων τὰ σωτηριώδη παραλαβόντες διδάγματα, ἅπερ ἐκεῖνοι παντελῶς οὔτε ἤκουσαν οὔτε ἔμαθον, ὥστε διὰ τοῦτο μειζόνως κολασθησόμεθα, κἄν τε μικρὰν δίκην ἐνταῦθα δῶμεν, κἄν τε μὴ δῶμεν. οὐκοῦν μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω. οὐ γάρ ἐστιν ἐνταῦθα ἡ ἀνταπόδοσις οὔτε τῆς ἀρετῆς οὔτε τῆς πονηρίας. εἰ δέ που καὶ γίνεται τῆς ἀρετῆς καὶ τῆς πονηρίας, ἀλλ’ οὐχὶ κατ’ ἀξίαν, ἀλλ’ ἁπλῶς ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες τοῖς γοῦν ἐνταῦθα σωφρονίζονται. ὅταν οὖν εὐπραγῇ ὁ πονηρός, ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς· ἵνα γὰρ ὧν ἔπραξεν ἴσως ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν ἐκεῖ λοιπὸν τέλεον κολάζηται. ὅταν δὲ πάσχῃ ὁ ἀγαθός, μακάριος ὄντως ἐστίν· ἵνα γὰρ ἀποθέμενος πάντα καὶ τὰ μικρὰ ἁμαρτήματα εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. ἐκεῖ γάρ εἰσιν οἱ τέλειοι στέφανοι τῶν ἀγαθῶν καὶ ἐκεῖ αἱ σφοδροτέραι καὶ ἀπέραντοι κολάσεις τῶν πονηρῶν. καὶ ὥσπερ ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀρρωστεῖ καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται, οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος. καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν ἀπολαύσωσι τραπέζης δαψιλοῦς καὶ ψυχροποσίας καὶ πολυτελῶν ἐδεσμάτων καὶ καρυκευμάτων, τότε μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι τῇ τρυφῇ τὸ νόσημα προσαύξοντες, ἂν δὲ ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν, οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, εἰ μὲν κολάζονται, χρηστὰς ἔχουσι τὰς ἐλπίδας, εἰ δὲ μετὰ τῆς πονηρίας ἀπολαύουσι τρυφῆς καὶ ἀδείας, τῶν ἐν ὑδέρῳ γαστριζομένων ἐλεεινότεροι σφόδρα ἂν εἶεν, καὶ τοσούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτιώτερον. εἰ τοίνυν ἐκεῖνοι μήτε νόμον ἔχοντες τὸν κωλύοντα αὐτοὺς τῆς ἀθεμίτου πράξεως μήτε προφήτας εἰδότες οὐδεμιᾶς ἔτυχον συγγνώμης, ἀλλὰ πυρὸς καὶ θείου παρανάλωμα γεγόνασιν, πόσης μᾶλλον ἡμεῖς ἐσμεν ἄξιοι τιμωρίας καὶ χαλεπωτέρας ὑπεύθυνοι καταδίκης, οἱ νόμον καὶ προφήτας καὶ εὐαγγελιστὰς καὶ διδασκάλους ἀναγινώσκοντες καὶ χείρονα ποιοῦντες; τίνος δὲ ἕνεκεν τοιαῦτα δρώντων ἡμῶν οὐκ ἐπάγει καὶ ἡμῖν ὁ θεὸς τοιαύτην πανωλεθρίαν; ἐπειδὴ ἄλλη κόλασις ἀργαλεωτέρα καὶ ἀτελεύτητος καὶ ἕτερον πῦρ ἄσβεστον ἡμᾶς ἐκδέχεται δεινότερον καὶ σφοδρότερον. ὁ σκώληξ, γάρ φησιν, αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται. διὰ δὴ τοῦτο καὶ ὁ παλαιὸς καὶ θεῖος νόμος ἀναστέλλων τὴν ἐξάγιστον αἰσχρουργίαν ταύτην καὶ ὀλέθριον ἔφασκεν· οὐ κοιμηθήσῃ μετὰ ἄρσενος κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστιν. καί· ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικείαν θανάτῳ θανατούσθωσαν ἀμφότεροι. ἐπικατάρατος γὰρ ὁ τοιοῦτος. λίθοις λιθοβολήσατε αὐτούς.
Ταύτην τοίνυν τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων θριαμβεύων εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτω φάσκει· ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι τὰ τῶν γυναικῶν πάσχειν ἄνδρες ὄντες βουλόμενοι. οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες ἢ ἀσελγείας ἕνεκεν τὴν θεόπλαστον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις, ἢ ὑπ’ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπῖλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται. δίκην μαινάδων πορνευθέντες ἀμέτρως ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες, ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέροντες καὶ γράμμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν καὶ ἁγίων συνόδων ὡς ἐβδελυγμένον ἄγος καὶ θεοστυγὲς ἐλαυνέσθωσαν. ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάσαντες οὐ μόνον ἄξιοι νομικῆς ψήφου λαμβάνειν τιμωρίαν, ἀλλὰ καὶ ἐξ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον ἐξώτερον σκότος ἄρδην ἀπελαύνεσθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς· θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου. ἔστι γοῦν ἰδεῖν πεπληρωμένας οἰκίας τῶν μεγιστάνων τοιούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλου φοροῦντας, φύσιν μὲν ἄρρενος, θηλείας δὲ ὄψιν ἔχοντας καὶ κεκλασμένως βαδίζοντας καὶ τεθρυμμένως φθεγγομένους. ὥσπερ ἑταιρίδες ἀπρεπῶς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσι καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες. ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δὲ ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα καθεύδοντες ἀναισχύντως καὶ ἀπερυθριασμένως αἰσχροπραγοῦσιν. καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι μαλακίζονται καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας, αὐτοὶ δὲ γυναικάρια ταλαίπωρα καὶ σεσωρευμένα κατὰ τὸ εἰρημένον ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες, καὶ τὸ δὴ χαλεπώτερον καὶ ἐλεεινότερον, ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοί τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. ἀλλ’ ὢ τῆς ἀφροσύνης, ὢ τῆς ἀπάτης καὶ παραπληξίας. τούτους γὰρ ἄνθρωποι καὶ μάλιστα προύχοντες ὡς σώφρονας παραδεχόμενοι πιστεύουσι καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παρρησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελουμένους σώφρονας ἄνδρας κατὰ μικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων αἰσχρὸν βάραθρον κατηκόντισαν ἐλεεινῶς καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότως πάνυ γε τούτους καὶ νόμος καὶ λόγος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται λίαν ὡς θεομισεῖς καὶ ἀκαθάρτους. οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ ποθήσαντες ὅσον ἧκεν ἐπ’ αὐτοῖς πόλεις μὲν ἠφάνισαν τὸν σπερματικὸν τῆς φύσεως λόγον παραφθείροντες φθειρόμενοι, εὐανδροῦσαν δὲ ῥώμην ἀνδρὸς καὶ ἡλικίαν καὶ τὴν ἀρρενοπρεπῆ γενναίαν ἰσχὺν δεινῶς ἐξανάλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφρίγουσαν ἀκμὴν τῆς νεότητος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποίησαν τοὺς ἁλόντας. οὕς γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως ὡς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντως καὶ τῆς φύσεως παραχαράκτας. οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθασι γάρ, ὡς ἀληθῶς καὶ ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδοντες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκολασταίνειν ἀκορέστως, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆς ἐστερημένοι ταῦτα—φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας —διὰ χειρὸς καὶ δακτύλου φθείρειν τὰς ἀθλίας γυναῖκας καὶ τὴν ἀνοσιουργίαν οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι <πεφύκασιν>. καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη· μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότως οὖν ἄθηλοι, ἄνανδρες, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσηγορεύθησαν. ἀκουέτωσαν τοίνυν οἱ καθαροὺς καὶ σώφρονας τούτους ὑποτοπάζοντες μάτην καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει καὶ τῇ κατεσχηματισμένῃ καθαρότητι καὶ σωφροσύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται, καὶ ἀπὸ ψεύδους τί ἀληθεύσει;
* Γεώργιος Μοναχός / Georgios Monachos,
Chronicon / Χρονική ιστορία (lib. 1-4) κεφ. 17 (ιζʹ. Περὶ Ἰουστινιανοῦ).
C. de Boor, Georgii monachi chronicon, 2 vols. Leipzig: Teubner, 1904
(repr. 1978 (1st edn. corr. P. Wirth)), pp./σσ. 644-654.
- o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o -
Τινὲς δὲ διαβληθέντες ὡς ἀῤῥενοφθόροι, διάταξιν ἐξεφώνησε τοὺς εὑρισκομένους οὕτω· τοὺς μὲν καυλοτομεῖσθαι, τοὺς δὲ καλάμους ὀξεῖς εἰς τοὺς πόρους ἐμβάλλεσθαι τῶν αἰδοίων αὐτῶν· διὸ πολλοὶ καὶ τῶν ἀρχιερέων καὶ οὕτω τιμωρηθέντες περιαγόμενοι δεινῶς ἐτελεύτησαν· καὶ γενόμενος φόβος μέγας ἐσωφρόνησε τοὺς λοιποὺς καὶ μάλα εἰκότως.
* Γεώργιος Μοναχός / Georgios Monachos,
Chronicon breve / Χρονικόν σύντομον (lib. 1-6) (redactio recentior).
MPG 110:797.
- o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o -
Πᾶσαι γὰρ πόλεις καὶ χῶραι καταποθῆναι ἐκινδύνευον. καὶ ἡ θάλασσα μίλια βʹ παρεξέβη. δεύτερος αὖθις σεισμὸς ἡμέρας δέκα, δι’ ὅλου σείων, ὡς καὶ τὸν βασιλέα χωρὶς στέμματος διελθεῖν τὴν τοῦ Χριστοῦ γέννων ἡμέραν. ἕτερον θανατικὸν ἐκ βουβῶνος διαφθεῖρον ἅπαντας, οὐχ ἧττον τοῦ προτέρου, μῆνας δʹ. καὶ πάλιν ἐν Ἀντιοχείᾳ σεισμὸς ἐπὶ ὥραν μίαν, καὶ χιλιάδες εʹ συνεπόθησαν. καὶ εἰμὴ κατὰ τὸν ὄνειρον ὃν εἶδέ τις, ἔγραψαν ἐν τοῖς προθύροις „Χριστὸς μεθ’ ἡμῶν, στῆτε,“ πᾶσα ἡ πόλις συνεχώθη.
Ἐφάνη καὶ κομήτης ἡμέρας κʹ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ’ ἑσπέρας ἕως πρωΐ, ὡς πάντας λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. εἶτα ὁ ἥλιος ἔλαμψε χωρὶς ἀκτίνων, ὥσπερ καὶ ἡ σελήνη. τότε δὴ καὶ ἄνθρωπος ἦλθεν ἀπὸ δύσεως κωμοδρόμος, ἔχων κύνα ξανθὸν καὶ τυφλόν, ὃς παρὰ τοῦ κωμοδρόμου κελευόμενος ἐποίει θαυμάσιά τινα. καὶ ἀθεσμοκοῖταί τινες εὑρεθέντες ἐθριαμβεύθησαν καυλοτομηθέντες, μεγιστᾶνες ὁμοῦ καὶ ἀρχιερεῖς, καὶ οὕτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ τὸ μέγα κῆτος ἑάλω τὸ εἰς ἐνιαυτοὺς τὴν Βυζαντίδα κατατρῦχον πεντήκοντα· τὰς νῆάς τε γὰρ κατεβύθιζε καὶ τοὺς ἀνθρώπους διέφθειρεν, ᾧ ὄνομα Πορφύριος. ποτὲ γοῦν δελφῖνας διώκων ἐν παραλίῳ κατεσχέθη τέλματι, τῶν δελφίνων περὶ τὴν γῆν ἐκπηδησάντων. καὶ οὕτως ἁλώσιμος γίνεται ὁ πάσης ἀνώτερος μηχανῆς ὁρώμενος τὸ πρὸ τοῦ. μῆκος μὲν πήχεις τριάκοντα, εὖρος δὲ πήχεις δέκα κατὰ τὸν Καισαρέα Προκόπιον.
* Μιχαήλ Γλυκάς / Michael Glycas,
Annales / Βίβλος χρονική.
I. Bekker, Michaelis Glycae annales [Corpus scriptorum historiae Byzantinae.
Bonn: Weber, 1836] σσ. 500, 501.
- o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o - o -
Κόσμου ἔτη ͵ϛκαʹ.
Τῆς θείας σαρκώσεως ἔτη φκαʹ.
Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. βʹ.
Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. δʹ.
Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. γʹ. (5)
Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. θʹ.
Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιηʹ.
Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. θʹ.
Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. βʹ.
Τούτῳ τῷ ἔτει Ἡσαΐας, ἐπίσκοπος Ῥόδου, καὶ Ἀλέξανδρος, ἐπίσκοπος Διοσπόλεως τῆς Θρᾴκης, καθῃρέθησαν ὡς παιδερασταὶ εὑρεθέντες, καὶ ἐτιμωρήθησαν δεινῶς ὑπὸ τοῦ βασιλέως, καυλοτομηθέντες καὶ πομπεύσαντες, τοῦ κήρυκος βοῶντος· “ἐπίσκοποι ὄντες τὸ τίμιον σχῆμα μὴ ἐνυβρίζετε.” καὶ ἐξέθετο ὁ βασιλεὺς νόμους σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων, καὶ πολλοὶ ἐτιμωρήθησαν. καὶ ἐγένετο φόβος πολὺς καὶ ἀσφάλεια. ἀνενέωσε δὲ ὁ εὐσεβὴς βασιλεὺς πάντας τοὺς παλαιοὺς νόμους ποιήσας μονόβιβλον καὶ καλέσας αὐτὸ τὰς νεαρὰς διατάξεις, ἐν αἷς οὐ καταδέχεται τὸν ἄρχοντα ἐν οἷς ἄρχει τόποις ἀγοράζειν κτῆμα, ἢ κτίζειν οἶκον, ἢ κληρονομεῖν ξένον πρόσωπον, εἰ μή τις συγγενὴς αὐτῷ ὑπάρχει.
* Θεοφάνης Ομολογητής / Theophanes the Confessor,
Chronographia / Χρονογραφία.
C. de Boor, Theophanis chronographia, vol./τόμ. 1. Leipzig: Teubner, 1883
(repr. Hildesheim: Olms, 1963), σ. 177.
No comments:
Post a Comment