.

Saturday, October 31, 2020

The “last days” started in 1913
according to G. Ioannides /

Οι «έσχατες ημέρες» άρχισαν το 1913
σύμφωνα με τον Γ. Ιωαννίδη

 


 


 

*

Ἑρμηνεία ἐπὶ τῶν θηρίων τῆς Ἀποκαλύψεως Ἰωάννου τοῦ Θεολόγου. Καὶ ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου χ.ξ.ς. 666. Ὑπὸ τοῦ ἰατροῦ Γεωργίου Σταματίου Ἰωαννίδου. 4-10-1937.



 Εγκύκλιο Σημείωμα της Ι.Σ.Ε.Ε.
«Τα χαρίσματα του Αγίου Πνεύματος και οι ψευδοπροφήτες»
(19.06.2022)

 

A note by Jonas King /

Ένα σημείωμα από τον Ιωνά Κινγκ

 

 


Ιωνάς Κινγκ
,
σημείωμα
,
Γενεύη 5-Οκτ-1847.



 

 

 

Friday, October 30, 2020

The Tetragrammaton in the Gospel of Matthew
in Hebrew by Johan Kemper
& in Latin by Andreas Norrelius /

Το Τετραγράμματο στο Ευαγγέλιο του Ματθαίου
στα Εβραϊκά υπό Γιόχαν Κέμπερ
& στα Λατινικά υπό Αντρέας Νορέλιους

 


 


 
* Matthew 1:20-24 in the Evangelium Matthæi / אבן גליון מתתיהו
(Uppsala MS O Hebr. 32, fol. 4v, 5r).
Johan Kemper translated it from a Syriac source [Peshitta?] in 1702.
Parallel Latin translation by Andreas Norrelius of the Hebrew text (1749?).


 

Notice:
The Syriac Peshitta includes the term ܡܳܪܝܳܐ in all these three cases,
a term usually used in place of the Tetragrammaton.
Kemper's own choice or a different Syriac version might be reasons for this divergence.

 

 

Bible books
translated in vernacular Greek
in the Mount Athos manuscripts repository /

Βιβλία της Αγίας Γραφής
μεταφρασμένα στην καθομιλουμένη Ελληνική
στο αποθετήριο χειρογράφων του Αγίου Όρους

 


 

 

  • Παράφραση Πράξεων των Αποστόλων [Acts of Apostles], Ἡ παράφρασις αὕτη [...] ἐν τῷ ,αωϟα΄ [1891] ἔτει, ἐν τῇ ἡγουμενείᾳ τοῦ πανοσιωτάτου, Δοσιθέου, ἀντεγράφησαν, παρά τινος συναδέλφου καί τέκνου, τῆς αὐτῆς ἱ(ερᾶς) μονῆς, ἐλαχίστου ἱερ(ο)μ(ονά)χου. Ἀνωνύμου. // Σύν Θεῷ ἁγίῳ σήμερον εἴληφε τέρμα ἡ ἀντι(γρα)φή τῶν πράξεων, τοῦ ἱεροῦ ἀπο(στόλου) Λουκᾶ, ἐκ τῆς μεταφράσεως (ἐν ἔτει, ,αωϟ΄) [1880]· ἐν μηνὶ νοεμβρίου ζ'· Ἀβέ(ρκιος) ἱ(ε)ρ(ο)μ(όνα)χ(ος) Δ(ιονυσιάτης). Χειρόγραφο Αγίου Όρους Αρ. 0955.
 

 

 

Monday, October 26, 2020

Christologies & the historical reception
of a divine Jesus /

Χριστολογίες & ιστορική πρόσληψη
του Ιησού ως θεοειδούς

 

Catacombs of Commodilla,
4th cent.
 

Debate over the origins of the belief on Jesus’s divinity remains vibrant. A spectrum of theological ideas has been proposed for centuries, extending from so-called high Christologies that uphold that Jesus was actually God or divine in some way to the low Christologies that endorse that Jesus was virtually a charismatic human being, either an inspired prophet or an exceptional teacher. Adjusting the prism that has produced this range of views affects the way that we receive the historical data. As regards the following discussion, this is emphatically true for the paths that have been followed for reconstructing the actual development of Judaism and Christianity. More specifically, Daniel Boyarin interestingly observed that, “if all the Jews—or even a substantial number—expected that the Messiah would be divine as well as human, then the belief in Jesus as God is not the point of departure on which some new religion came into being but simply another variant (and not a deviant one) of Judaism.” The roots of such beliefs date back to a few centuries BCE.

Η αντιλογία σχετικά με την προέλευση της πίστης στη θειότητα του Ιησού παραμένει ζωηρή. Ένα φάσμα θεολογικών ιδεών έχει προταθεί στο πέρασμα των αιώνων, το οποίο εκτείνεται από τις λεγόμενες υψηλές Χριστολογίες που υποστηρίζουν ότι ο Ιησούς ήταν στην πραγματικότητα Θεός ή θεοειδής κατά κάποιον τρόπο μέχρι τις χαμηλές Χριστολογίες που υποστηρίζουν ότι ο Ιησούς ήταν ουσιαστικά ένας χαρισματικός άνθρωπος, είτε εμπνευσμένος προφήτης είτε εξαιρετικός δάσκαλος. Η θέση που τίθεται το πρίσμα, το οποίο έχει δημιουργήσει αυτό το εύρος απόψεων, επηρεάζει τον τρόπο με τον οποίο προσλαμβάνουμε τα ιστορικά δεδομένα. Όσον αφορά την συζήτηση που ακολουθεί, αυτό ισχύει εμφατικά για τα μονοπάτια που έχουν ακολουθηθεί για την ανασύνθεση της πραγματικής εξέλιξης του Ιουδαϊσμού και του Χριστιανισμού. Πιο συγκεκριμένα, είναι ενδιαφέρουσα η παρατήρηση του Daniel Boyarin ότι, «εάν όλοι οι Ιουδαίοι—ή ακόμη και ένας σημαντικός αριθμός—ανέμεναν ότι ο Μεσσίας θα ήταν θεϊκός καθώς και ανθρώπινος, τότε η πίστη στον Ιησού ως Θεό δεν είναι το σημείο απόκλισης στο οποίο μια νέα θρησκεία ήρθε σε ύπαρξη αλλά απλώς μια ακόμη παραλλαγή (και μάλιστα όχι αποκλίνουσα) του Ιουδαϊσμού». Οι ρίζες τέτοιου είδους πεποιθήσεων χρονολογούνται λίγους αιώνες ΠΚΧ.


Sunday, October 25, 2020

The confusion of the Tetragrammaton's
waw & yod in the Isaiah, LXX /

Η σύγχυση του βαυ και του γιώδ
του Τετραγράμματου στον Ησαΐα, Ο'


*


 
 

 

verse

LXX

MT

Isa 4:5

καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας

וּבָרָ֣א יְהוָ֡ה עַל֩ כָּל־מְכ֙וֹן הַר־צִיּ֜וֹן וְעַל־מִקְרָאֶ֗הָ עָנָ֤ן׀

Isa 8:18

ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων

הִנֵּ֣ה אָנֹכִ֗י וְהַיְלָדִים֙ אֲשֶׁ֣ר נָֽתַן־לִ֣י יְהוָ֔ה לְאֹת֥וֹת וּלְמוֹפְתִ֖ים בְּיִשְׂרָאֵ֑ל מֵעִם֙ יְהוָ֣ה צְבָא֔וֹת הַשֹּׁכֵ֖ן בְּהַ֥ר צִיּֽוֹן

Isa 28:21

ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαων

כִּי כְהַר־פְּרָצִים֙ יָק֣וּם יְהוָ֔ה כְּעֵ֖מֶק בְּגִבְע֣וֹן

 

 

Thursday, October 22, 2020

The poetic Paraphrase of the Gospel of John
by Nonnus of Panopolis (5th cent.):
The case of chap. 9 /

Η ποιητική Μεταβολή του Κατά Ιωάννη Αγίου Ευαγγελίου
του Νόννου του Πανοπολίτη (5ος αι.):
Η περίπτωση του κεφ. 9

 


 

 









* Scott Fitzgerald Johnson,
"Nonnus’ Paraphrastic Technique: A Case Study of Self-Recognition in John 9,"
in Brill’s Companion to Nonnus of Panopolis.
[corrected the number "9" in each page]

 

Παραστείχων δὲ κελεύθου ἥμενον ἄνδρα νόησε, τὸν ἐκ κόλποιο τεκούσης τυφλὸν ἔτι σπαίροντα λεχωίδες ἔδρακον ὧραι, ὅς τις ἔην περίφοιτος ἀφωτίστοιο προσώπου συμφερτήν, ἀμέριστον ἔχων ἀχάρακτον ὀπωπήν, ἣν φύσις οὐκ ἐτύπωσε· λιποβλεφάροιο δὲ κύκλου οἰδαλέον ξένον ὄμμα γενεθλιὰς εἶχεν ὀμίχλη. καὶ βρέφος οὔποτε τοῖον ἀνόμματον ἥλικι κόσμῳ ἡνίοχος βιότοιο φυτοσπόρος ἤγαγεν αἰών. Ἰησοῦν δ’ ἐρέεινεν ὁμόστολος ἐσμὸς ἑταίρων· ῥαββίν, ἀνειρομένοισι, τίς ἤλιτεν, εἰπὲ μαθηταῖς· οὗτος ἀλιτραίνων θεὸν ἤκαχεν ἠὲ τοκῆες, εἰσόκε μιν δασπλῆτες ἐμαιώσαντο λοχεῖαι μητέρος ἐκ λαγόνων ἀλαώπιδι σύγχρονον ὄρφνῃ; Ἰησοῦς δ’ ἐδίδαξεν ἀληθέι μάρτυρι φωνῇ· οὗτος ἀτασθαλέων οὐκ ἤλιτεν οὐδὲ τοκῆες, ἀλλὰ λάχεν τόδε πῆμα θεήλατον, ὄφρα δι’ αὐτοῦ ἔργα θεοῦ γενετῆρος ἀλεξικάκοιο φανείη. ἡμέας ὑψίστοιο πέλει χρέος ἔργα τελέσσαι, ἔργα θεοῦ ζώοντος, ἕως ἔτι φαίνεται ἠώς· νὺξ δνοφερὴ μετὰ βαιὸν ἐλεύσεται· ἐρχομένην δὲοὔτις ἀνὴρ κατὰ νύκτα δυνήσεται ἔργον ὑφαίνειν. ῥέξω δ’, εἰςόκεν ἦμαρ ἀέξεται· εἰμὶ δὲ κόσμου φέγγος ἐγὼ ζοφόεντος, ἕως ἔτι κόσμον ὁδεύω.εἶπεν ἄναξ καὶ θεῖον ὑπὸ στόμα διψάδι γαίῃ λυσίπονον, πάλλευκον ἀπέπτυεν ἀφρὸν ὀδόντων. καὶ χθονίῳ κενεῶνι πεφυρμένον ἀφρὸν ἑλίσσων πτύσματι πηλὸν ἔτευξε φαεσφόρον· ἰκμαλέον δὲ ἀνδρὸς ἐπιχρίσας λιποφεγγέι πηλὸν ὀπωπῇ ἀνέρος ἔπλασεν ὄμμα, τὸ μὴ φύσις εὗρεν ὀπάσσαι, ἀνέρος ἔπλασεν ὄμμα, καὶ ἀγλήνοιο προςώπου γράψας δίπτυχα κύκλα μέσην ἐχάραξεν ὀπωπήν,ὀφθαλμοὺς τελέων νεοτευχέας ἠθάδι πηλῷ ἐκ χοὸς ἀνδρογόνοιο. καὶ ἔννεπε θέσπιδι φωνῇ· ἔρχεό μοι καὶ νίπτε τεὸν ῥέθος, ᾗχι Σιλωὰμ πηγῆς ἀγχιπόροιο ῥέει πανδήμιον ὕδωρ,ὕδωρ στελλομένοιο προώνυμον ἐκ σέο πομπῆς. Χριστὸς ἔφη, καὶ τυφλὸς ἐπείγετο καὶ παρὰ πηγῇ χερσὶ βαθυνομένῃσι φαεσφόρον ἤφυσεν ὕδωρ, ὕδασι πηγαίοισι λιπόσκια φάεα νίπτων. σμήξας δ’ ἀρτιτύπου τροχοειδέα κύκλον ὀπωπῆς ἐξαπίνης φάος ἔσχε, τὸ μὴ φύσις οἶδεν ὀπάσσαι, ἀθρήσας φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. νίψατο καὶ πάλιν ἦλθε καὶ ἵστατο πάντα δοκεύων. καί μιν ἐςαθρήσαντες ἐπήλυδες ἄνδρες ὁδῖται μαρμαρυγὴν πέμποντα νεογλήνοιο προςώπου γείτονες ἐφθέγγοντο καὶ ἀνέρες ἴδμονες ἄλλοι· οὐ πέλεν οὗτος ἐκεῖνος ἐν ἄστεϊ τυφλὸς ὁδίτης, ὃς πάρος αἰτίζεσκεν ἐθήμονα χεῖρα τιταίνων δεξιτερὴν προβλῆτα παρερχομένοισιν ὁδίταις; ἄλλοι δ’ ἀντιάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· οὐ πέλεν, οὐ πέλεν οὗτος, ἔοικε δὲ μοῦνον ἐκείνῳ·κεῖνος ἀνὴρ ἀγόρευεν· ἐγὼ πέλον. εἰςαΐων δὲλαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν· πῶς δὲ τεαὶ προβλῆτες ἀνωίχθησαν ὀπωπαί; Ἑβραίοις δ’ ἀγόρευε θεῷ πεφιλημένος ἀνήρ· κεῖνος ἀνήρ, ὃς Χριστὸς ἀκούεται, ὅντινα λαοὶ Ἰησοῦν καλέουσιν, ἐμὰς ὤϊξεν ὀπωπάς· χείλεσι γὰρ σοφὸν ἀφρὸν ἀνήρυγεν· ἐν δαπέδῳ δὲ ἀκροτάτοις ὀνύχεσσι πολύστροφον ἰκμάδα πάλλων, πτύσματι πηλὸν ἔτευξεν, ἐμὰς δ’ ἔχρισεν ὀπωπὰς καί με μολεῖν ἐκέλευσεν, ὅπῃ ῥόος ἐστὶ Σιλωάμ· πηγῆς ἐγγὺς ἵκανον, ἀλεξικάκῳ δὲ ῥεέθρῳνιψάμενος σκιεροῖο περίτροχον ὄμματος ἰλὺν ἐξαπίνης φάος εἶδον, ὃ μὴ πάρος εἶχον ὀπωπαί. Ἑβραῖοι δ’ ἐρέεινον ἀναιδέες ἄφρονι μύθῳ· πῆ πέλε, πῆ πέλε κεῖνος; ὃ δ’ ἴαχεν ἔμφρονι μύθῳ· ἀγνώσσω, πόθι κεῖνος. ἐπεσσεύοντο δὲ λαοὶ τόν ποτε τυφλὸν ἄγοντες ἐς ἀντιθέους ἱερῆας. ἑβδομάτη δ’ ἄπρηκτος ἔην τότε θέσκελος ἠώς, τῇ ἔνι πηλὸν ἔτευξε καὶ ἔπλασε φέγγος ὀπωπαῖς Χριστὸς ἀπὸ βλεφάρων ἐλάσας ἀλαωπὸν ὀμίχλην. καί μιν ἀνείρετο λαὸς ἀπιστοτάτων Φαρισαίων, πῶς βλεφάρων λάχε φέγγος; ὁ δὲ θρασὺς ἴαχενἀνήρ· θέσκελον ἡμετέραις ἐπεθήκατο πηλὸν ὀπωπαῖς, ὀφθαλμοὺς δ’ ἐχάραξεν· ἐγὼ δ’ ὑπὸ γείτονι πηγῇ ὕδατι πηλὸν ἔνιψα καὶ ἵσταμαι ἄρτι δοκεύων. καὶ φθονεροί τινες εἶπον ἀσιγήτων Φαρισαίων· οὐ θεόθεν πέλεν οὗτος, ὃς ἱερὰ θεσμὰ πατήσας οὐ δρόμον ἀπρήκτοιο φυλάσσεται ἕβδομον ἠοῦς. ἄλλοι δ’ ἀντιάχησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν· πῶς δύναται τάδε πάντα πολύτροπα θαύματα τεύχειν θνητὸς ἀνὴρ καὶ ἀλιτρός; ἁμιλλητῆρι δὲ λαῷδιχθὰ μεριζομένῳ διδυμόθροος ἔβρεμεν ἠχώ· καὶ πολὺς ἀμφήριστος ἔην κλόνος. ἀνδρὶ δὲ τυφλῷ πάντες ἐμυθήσαντο· σὺ δὲ φρεσὶν εἵνεκα κείνου ποίην μῆτιν ἔχεις; τίνα μοι, τίνα μῆτιν ἐνίψεις; ἀρτιφαὴς δ’ ἀδόνητος ἀνὴρ πειθήμονι μύθῳ ἔννεπε τολμήεις· ὅτι θέσκελός ἐστι προφήτης. λαοὶ δ’ οὐκ ἐπίθησαν ἀληθέι φωτὸς ἰωῇ,  ὅς ποτε τυφλὸς ἔην καὶ ἐδέξατο φέγγος ὀπωπῆς, εἰ μὴ πρῶτα κάλεσσαν ἀπειθέες ἀρχιερῆες ἀνδρὸς ἀναβλέψαντος ἐπισταμένους γενετῆρας. ἀμφοτέρους δ’ εἴροντο βαρυζήλῳ τινὶ μύθῳ· ὑμείων πάις οὗτος, ὃν ἐφθέγξαντο πολῖται ἐκ λαγόνων ὅτι τυφλὸς ἀνεβλάστησε τεκούσης; καὶ πόθεν ὀψιτέλεστον ἐδέξατο φέγγος ὀπωπῆς καὶ φόβον ὠδίνοντες ἐχέφρονες ἠπεροπῆες μῦθον ὑποκλέπτοντες ἐμυθήσαντο τοκῆες· ἴδμεν, ὅτι βροτὸς οὗτος, ὃς ἔλλαχεν ὄμματος αἴγλην,  ἡμείων πέλε κοῦρος ἐτήτυμος, ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ἑῆς ἀπὸ μητρὸς ὅτι βρέφος εἰς φάος ἕρπων τυφλὸς ἔην ἀγάλακτος, ἔτι πνείων τοκετοῖο. πῶς δέ οἱ ἀμφιτρῆτες ἀνωίχθησαν ὀπωπαὶ καὶ τίς ἀφωτίστων βλεφάρων ἐκέδασσεν ὀμίχλην, ἡμεῖς οὐκ ἐδάημεν ἀμεμφέες· ἀγχιφανῆ δὲἴδμονα κοῦρον ἔρεσθε, τὰ μὴ δεδάασι τοκῆες· οὐ πέλε νήπιος οὗτος ἔχων παιδήιον ἥβην· οὐ φθογγῆς ἑτέρης ἐπιδεύεται. ἀμφὶ ἕθεν γὰρ ἀρτιθαλὴς νέος οὗτος ἀληθέα μῦθον ἐνίψει, πιστῆς μέτρα τέλεια φέρων παλιναυξέος ἥβης. τοῖα φόβῳ δολόεντες ἐπεφθέγξαντο τοκῆεςτάρβος Ἰουδαίων πεφυλαγμένοι. αἰνομανεῖς γὰρ Χριστοῦ ζῆλον ἔχοντες ἀμιμήτων χάριν ἔργωνσυνθεσίην κήρυξαν ὅλῳ πειθήμονι λαῷ, ὄφρα μιν ὃς δέξοιτο νόῳ καὶ Χριστὸν ἐνίψῃ, μὴ ζαθέου ψαύσειε θεοκλήτοιο μελάθρου. οὗ χάριν Ἑβραίοισιν ἐμυθήσαντο τοκῆες·ἴδμονα κοῦρον ἔρεσθε καὶ οὐ χρέος ἐστὶ τοκήων· ὑμῖν δ’ εἰρομένοισι δυνήσεται οὗτος ἐνίψαι ἄρτια μέτρα φέρουσαν ἔχων περιμήκετον ἥβην· καὶ γενέτης ἀλαοῖο κεράσσατο θαύματι φωνὴν γλώσσῃ κρυπταδίῃ, μὴ δήιος ἐσμὸς ἀκούσῃ παιδὸς ἰδὼν νέον ὄμμα βοογλήνοιο προςώπου. ἀνέρα δ’, ὃς περίφοιτος ἔην ἀλαωπὸς ὁδίτης, ζηλομανεῖς καλέσαντες ἐπέφραδον ἀρχιερῆες,δός, τέκος, ὑψιμέδοντι θεῷ χάριν, ὅς σε σαώσαςὀφθαλμῶν πόρε φέγγος· ὁ δὲ βροτός, ὃν σὺ γεραίρεις, οὗτος ἀλιτροσύνῃσι πέλει μεμελημένος ἀνήρ. Ἑβραίοις δ’ ἀγόρευεν ἀνὴρ θρασύς· οὐ μὲν ἀνέγνων, εἰ πέλεν οὗτος ἀλιτρὸς ἐτήτυμον· οἶδα δὲ θυμῷἓν μόνον ἀτρεκέως, λοχίης ὅτι σύντροφος ἠοῦς τυφλὸς ἐγὼ βλάστησα καὶ ἵσταμαι ἄρτι δοκεύων.καὶ χορὸς Ἑβραίων φιλοπευθέα ῥήξατο φωνήν· εἰπέ, τί σοι ποίησεν ἑῷ τεχνήμονι πηλῷ; πῶς δὲ τεὴν ζοφόεσσαν ἀπημάλδυνεν ὀμίχλην; καί σφιν ἀνὴρ ἀδόνητος ἐλεύθερον ἴαχε φωνήν· ἄλλοτε μῦθον ἔλεξα, καὶ οὐκ ἠκούσατε φωνῆς,τίπτε παλιμπετέες μενεαίνετε τοῦτον ἀκοῦσαι;μὴ θεὸς ὑμείων δονέει νόον, ὄφρα καὶ αὐτοὶ Χριστοῦ θεσπεσίοιο νόθοι γίνησθε μαθηταί; οἱ δέ μιν ἀντιπόροισιν ἐνείκεον αὐτίκα μύθοις· αὐτὸς λυσινόμοιο πέλεις κείνοιο μαθητής. ἡμεῖς γὰρ προτέροιο θεουδέος ἐσμὲν ἑταῖροιθεσμοτόκου Μωσῆος ὑποδρηστῆρες ἰωῆς. [...] οῦτον δ’ οὐκ ἐδάημεν. ἀνὴρ δ’ ἠμείβετο μύθῳ· τοῦτο γάρ ἐστι τὸ θαῦμα πολὺ πλέον, ὅττι περ ὑμῖν οὗτος ἔην ἄγνωστος, ἐμὰς δ’ ὤιξεν ὀπωπάς. ἴδμεν, ὅτι ξύμπαντα πατὴρ θεὸς ἡνιοχεύων ἀνδρὸς ἀλιτρονόοιο βοὴν οὐκ οἶδεν ἀκούειν. εἰ δὲ θεουδείῃσιν ἀνὴρ μεμελημένος εἴη καὶ καθαραῖς πραπίδεσσι θεοῦ τελέσειεν ἐφετμάς,τούτου λισσομένοιο θεὸς ταχυεργὸς ἀκούει. ἐξότε ποικιλόμορφος ἀέξετο πάντροφος αἰών, τηλίκος οὔποτε μῦθος ἀκούεται, ὅττι λαχόντι ὄμμα πολυκλήιστον ἀφωτίστοιο προςώπου ἀνέρι τις πόρε φέγγος, ὃν ἀρτιτόκου διὰ κόλπου εἰς έτι τυφλὸν ἐόντα μογοστόκος ἔδρακεν ἠώς. εἰ μὴ ἔην βροτὸς οὗτος ἐπουρανίου βασιλῆος, τηλίκον οὔποτε θαῦμα δυνήσατο μοῦνος ἀνύσσαι. καί μιν μυστιπόλοι φθονερῇ στυφέλιξαν ἰωῇ· σύγγονος ἀμπλακίῃσιν ἐμαιώθης ὅλος ἀνήρ, καὶ σὺ σοφοὺς ἱερῆας, ἐπεσβόλε, ταῦτα διδάσκεις;καί μιν ὁμοκλήσαντες ἀπήλασαν ἔκτοθι νηοῦ. Ἰησοῦς δ’ ἀίεσκε δαήμονι τυφλὸν ἀκουῇ, ὅττι μιν ἐκτὸς ἔλασσαν ἀγήνορες ἀρχιερῆες· εὗρε δέ μιν καὶ ἔειπε· σὺ πείθεαι υἷα γεραίρων οὐρανίου βασιλῆος; ἀνὴρ δ’ ἠρεύγετο φωνήν· κοίρανε, τίς πέλεν οὗτος, ὃν ἔννεπες, ὄφρα γεραίρω; Ἰησοῦς δ’ ἀπάμειπτο· καὶ ἔδρακες αὐτὸν ὀπωπῇ, καί σοι ὁ νῦν λαλέων αὐτὸς πέλεν. εἶπε καὶαὐτός· κοίρανε, πιστεύω· κεφαλὴν δ’ ἐπὶ γαῖαν ἐρείσαςκαὶ ποσὶν ἀμβροσίοις κυρτούμενον αὐχένα κάμπτων φαιδρὰ πολυρραφέων προςπτύξατο ταρσὰ πεδίλων. Ἰησοῦς δ’ ἀπάμειπτο σαόφρονα μῦθον ἀκούων· εἰς κρίμα τοῦτον ἵκανον ἐς ἄφρονα κόσμον ἀλήτην, εἰς κρίμα δισσὸν ἔβην ἑτερότροπον, ὄφρα καὶ αὐτοὶ οἱ πάρος οὐχ ὁρόωντες ἀθηήτου φάος ἠοῦς τυφλοὶ ἀναβλέψωσιν ἐςαθρήσαντες ὀπωπαῖς, ὀξυφαεῖς δὲ γένοιντο λιπαυγέες. ἀγχιπόρων δὲ Χριστῷ λαὸς ἔειπεν ἐφεσπομένων Φαρισαίων, μὴ σφαλεροῖς βλεφάροις ἀλαοὶ γενόμεσθα καὶ ἡμεῖς; Ἰησοῦς δ’ ὀάριζεν ἀπειθέα λαὸν ἐλέγχων· εἰ ζόφος ὑμετέρης περιδέδρομε φέγγος ὀπωπῆς, ὑμέας ἀμπλακίης ἀδαήμονας ἔννεπον εἶναι· νῦν δὲ φόως ὁρόωντες ἀλήμονές ἐστε καὶ ὑμεῖς· τυφλοὶ δ’ ἐστὲ νόῳ βλεφάρων πλέον· οἷσι γὰρ ἀνδρῶν ἀμπλακίαι μίμνουσι, μάτην ὁρόωσιν ὀπωπαῖς.


 

Wednesday, October 7, 2020

Eusebius discerning the "Lords"
in Christologically interpreted Psalms:
Father bears the "Tetragrammaton",
Son bears the Adon-Lord /

O Ευσέβιος διακρίνει τους «Κυρίους»
σε χριστολογικά ερμηνευόμενους Ψαλμούς:
Ο Πατέρας φέρει το «Τετραγράμματο»,
ο Υιος φέρει το Αδών-Κύριος

 

 

Psalm 110|109:1 in Eusebius's Commentary on the Psalms,
one Lord in nomina sacra and the other in plain text.

Matthew 22:44 in Eusebius's Commentary on the Psalms,
both Lords in nomina sacra.



 
The Lords of Mat 22:44 both in the form of nomina sacra
in Codex a) Sinaiticus and b) Vaticanus.

 

Περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται;
* Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae) / Ευσέβιος, Εκλογαί Προφητικαί περί του Χριστού 42.21.

 

ᾯ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων. Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, Κύριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡἙβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ’ ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον.

[...]

«Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ’ Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλμῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μουδιὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ’Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται. Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.»

[...]
Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ’ ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι.
[...]

Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ’ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρα-νοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ’ ἐπὶ τὸν οὐρανὸν κατ’ ἀνατολάς. 

[...]

«Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυροντὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. 

[...]

Ἀλλὰ πρὸ τοῦ ταῦθ’ οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ’ αὐτοῦ φάναι τὸ, ἦς, ἢτὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι’ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει.

Eusebius, Commentaria in Psalmos / Ευσέβιος, Εις τας επιγραφάς των Ψαλμών, Ερμηνεία τινών κατ' επιλογήν,
J.-P. Migne, Patrologiae cursus completus (series Graeca), Paris: Migne, 1857-1866, Vols. 23:66-1396; 24:9-76.


 

Monday, October 5, 2020

Luke 23:43
in the best recension of the Gospel of Nicodemus,
The Descent of Christ into Hades /

Το εδ. Λουκάς 23:43
στην καλύτερη έκδοση του Ευαγγελίου του Νικοδήμου,
Η Κάθοδος του Χριστού στον Άδη

 

*

 

 
Καὶ εὐθὺς εἶπέ μοι ὅτι·
‹Ἀμήν, ἀμὴν σήμερον λέγω σοι·
Μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ›.

Ευαγγέλιο Νικοδήμου / Evangelium Nicodemi
(Recensiones Μ 1 et Μ 2) 26.1.


[R. Gounelle, Les recensions Byzantines de l' évangile de Nicodème
[Corpus Christianorum. Series Apocryphorum Instrumenta 3.
Turnhout: Brepols, 2008]: 172-320]



Παράφραση Κ. Μποζίνη βάσει του παραπάνω κειμένου:
 
«Κι αμέσως μου απάντησε
ότι αλήθεια σου λέω,
σήμερα κιόλας θα είσαι μαζί μου στον Παράδεισο!»


Το απόκρυφο ευαγγέλιο του Νικοδήμου:
Τα πρακτικά της δίκης του Ιησού Χριστού και η κάθοδός του στον Άδη
,
εκδ. Ζήτρος, 2005 / Το Βήμα, 2020.