one Lord in nomina sacra and the other in plain text.
both Lords in nomina sacra.
in Codex a) Sinaiticus and b) Vaticanus.
Περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται;
* Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae) / Ευσέβιος, Εκλογαί Προφητικαί περί του Χριστού 42.21.
ᾯ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων. Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡἙβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ’ ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον.
[...]
«Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ’ Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλμῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ’Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται. Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.»
[...]
Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ’ ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι.
[...]Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ’ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρα-νοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ’ ἐπὶ τὸν οὐρανὸν κατ’ ἀνατολάς.
[...]
«Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυροντὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με.
[...]
Ἀλλὰ πρὸ τοῦ ταῦθ’ οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ’ αὐτοῦ φάναι τὸ, ἦς, ἢτὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι’ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει.
* Eusebius, Commentaria in Psalmos / Ευσέβιος, Εις τας επιγραφάς των Ψαλμών, Ερμηνεία τινών κατ' επιλογήν,
J.-P. Migne, Patrologiae cursus completus (series Graeca), Paris: Migne, 1857-1866, Vols. 23:66-1396; 24:9-76.
No comments:
Post a Comment