.

Thursday, October 22, 2020

The poetic Paraphrase of the Gospel of John
by Nonnus of Panopolis (5th cent.):
The case of chap. 9 /

Η ποιητική Μεταβολή του Κατά Ιωάννη Αγίου Ευαγγελίου
του Νόννου του Πανοπολίτη (5ος αι.):
Η περίπτωση του κεφ. 9

 


 

 









* Scott Fitzgerald Johnson,
"Nonnus’ Paraphrastic Technique: A Case Study of Self-Recognition in John 9,"
in Brill’s Companion to Nonnus of Panopolis.
[corrected the number "9" in each page]

 

Παραστείχων δὲ κελεύθου ἥμενον ἄνδρα νόησε, τὸν ἐκ κόλποιο τεκούσης τυφλὸν ἔτι σπαίροντα λεχωίδες ἔδρακον ὧραι, ὅς τις ἔην περίφοιτος ἀφωτίστοιο προσώπου συμφερτήν, ἀμέριστον ἔχων ἀχάρακτον ὀπωπήν, ἣν φύσις οὐκ ἐτύπωσε· λιποβλεφάροιο δὲ κύκλου οἰδαλέον ξένον ὄμμα γενεθλιὰς εἶχεν ὀμίχλη. καὶ βρέφος οὔποτε τοῖον ἀνόμματον ἥλικι κόσμῳ ἡνίοχος βιότοιο φυτοσπόρος ἤγαγεν αἰών. Ἰησοῦν δ’ ἐρέεινεν ὁμόστολος ἐσμὸς ἑταίρων· ῥαββίν, ἀνειρομένοισι, τίς ἤλιτεν, εἰπὲ μαθηταῖς· οὗτος ἀλιτραίνων θεὸν ἤκαχεν ἠὲ τοκῆες, εἰσόκε μιν δασπλῆτες ἐμαιώσαντο λοχεῖαι μητέρος ἐκ λαγόνων ἀλαώπιδι σύγχρονον ὄρφνῃ; Ἰησοῦς δ’ ἐδίδαξεν ἀληθέι μάρτυρι φωνῇ· οὗτος ἀτασθαλέων οὐκ ἤλιτεν οὐδὲ τοκῆες, ἀλλὰ λάχεν τόδε πῆμα θεήλατον, ὄφρα δι’ αὐτοῦ ἔργα θεοῦ γενετῆρος ἀλεξικάκοιο φανείη. ἡμέας ὑψίστοιο πέλει χρέος ἔργα τελέσσαι, ἔργα θεοῦ ζώοντος, ἕως ἔτι φαίνεται ἠώς· νὺξ δνοφερὴ μετὰ βαιὸν ἐλεύσεται· ἐρχομένην δὲοὔτις ἀνὴρ κατὰ νύκτα δυνήσεται ἔργον ὑφαίνειν. ῥέξω δ’, εἰςόκεν ἦμαρ ἀέξεται· εἰμὶ δὲ κόσμου φέγγος ἐγὼ ζοφόεντος, ἕως ἔτι κόσμον ὁδεύω.εἶπεν ἄναξ καὶ θεῖον ὑπὸ στόμα διψάδι γαίῃ λυσίπονον, πάλλευκον ἀπέπτυεν ἀφρὸν ὀδόντων. καὶ χθονίῳ κενεῶνι πεφυρμένον ἀφρὸν ἑλίσσων πτύσματι πηλὸν ἔτευξε φαεσφόρον· ἰκμαλέον δὲ ἀνδρὸς ἐπιχρίσας λιποφεγγέι πηλὸν ὀπωπῇ ἀνέρος ἔπλασεν ὄμμα, τὸ μὴ φύσις εὗρεν ὀπάσσαι, ἀνέρος ἔπλασεν ὄμμα, καὶ ἀγλήνοιο προςώπου γράψας δίπτυχα κύκλα μέσην ἐχάραξεν ὀπωπήν,ὀφθαλμοὺς τελέων νεοτευχέας ἠθάδι πηλῷ ἐκ χοὸς ἀνδρογόνοιο. καὶ ἔννεπε θέσπιδι φωνῇ· ἔρχεό μοι καὶ νίπτε τεὸν ῥέθος, ᾗχι Σιλωὰμ πηγῆς ἀγχιπόροιο ῥέει πανδήμιον ὕδωρ,ὕδωρ στελλομένοιο προώνυμον ἐκ σέο πομπῆς. Χριστὸς ἔφη, καὶ τυφλὸς ἐπείγετο καὶ παρὰ πηγῇ χερσὶ βαθυνομένῃσι φαεσφόρον ἤφυσεν ὕδωρ, ὕδασι πηγαίοισι λιπόσκια φάεα νίπτων. σμήξας δ’ ἀρτιτύπου τροχοειδέα κύκλον ὀπωπῆς ἐξαπίνης φάος ἔσχε, τὸ μὴ φύσις οἶδεν ὀπάσσαι, ἀθρήσας φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. νίψατο καὶ πάλιν ἦλθε καὶ ἵστατο πάντα δοκεύων. καί μιν ἐςαθρήσαντες ἐπήλυδες ἄνδρες ὁδῖται μαρμαρυγὴν πέμποντα νεογλήνοιο προςώπου γείτονες ἐφθέγγοντο καὶ ἀνέρες ἴδμονες ἄλλοι· οὐ πέλεν οὗτος ἐκεῖνος ἐν ἄστεϊ τυφλὸς ὁδίτης, ὃς πάρος αἰτίζεσκεν ἐθήμονα χεῖρα τιταίνων δεξιτερὴν προβλῆτα παρερχομένοισιν ὁδίταις; ἄλλοι δ’ ἀντιάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· οὐ πέλεν, οὐ πέλεν οὗτος, ἔοικε δὲ μοῦνον ἐκείνῳ·κεῖνος ἀνὴρ ἀγόρευεν· ἐγὼ πέλον. εἰςαΐων δὲλαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν· πῶς δὲ τεαὶ προβλῆτες ἀνωίχθησαν ὀπωπαί; Ἑβραίοις δ’ ἀγόρευε θεῷ πεφιλημένος ἀνήρ· κεῖνος ἀνήρ, ὃς Χριστὸς ἀκούεται, ὅντινα λαοὶ Ἰησοῦν καλέουσιν, ἐμὰς ὤϊξεν ὀπωπάς· χείλεσι γὰρ σοφὸν ἀφρὸν ἀνήρυγεν· ἐν δαπέδῳ δὲ ἀκροτάτοις ὀνύχεσσι πολύστροφον ἰκμάδα πάλλων, πτύσματι πηλὸν ἔτευξεν, ἐμὰς δ’ ἔχρισεν ὀπωπὰς καί με μολεῖν ἐκέλευσεν, ὅπῃ ῥόος ἐστὶ Σιλωάμ· πηγῆς ἐγγὺς ἵκανον, ἀλεξικάκῳ δὲ ῥεέθρῳνιψάμενος σκιεροῖο περίτροχον ὄμματος ἰλὺν ἐξαπίνης φάος εἶδον, ὃ μὴ πάρος εἶχον ὀπωπαί. Ἑβραῖοι δ’ ἐρέεινον ἀναιδέες ἄφρονι μύθῳ· πῆ πέλε, πῆ πέλε κεῖνος; ὃ δ’ ἴαχεν ἔμφρονι μύθῳ· ἀγνώσσω, πόθι κεῖνος. ἐπεσσεύοντο δὲ λαοὶ τόν ποτε τυφλὸν ἄγοντες ἐς ἀντιθέους ἱερῆας. ἑβδομάτη δ’ ἄπρηκτος ἔην τότε θέσκελος ἠώς, τῇ ἔνι πηλὸν ἔτευξε καὶ ἔπλασε φέγγος ὀπωπαῖς Χριστὸς ἀπὸ βλεφάρων ἐλάσας ἀλαωπὸν ὀμίχλην. καί μιν ἀνείρετο λαὸς ἀπιστοτάτων Φαρισαίων, πῶς βλεφάρων λάχε φέγγος; ὁ δὲ θρασὺς ἴαχενἀνήρ· θέσκελον ἡμετέραις ἐπεθήκατο πηλὸν ὀπωπαῖς, ὀφθαλμοὺς δ’ ἐχάραξεν· ἐγὼ δ’ ὑπὸ γείτονι πηγῇ ὕδατι πηλὸν ἔνιψα καὶ ἵσταμαι ἄρτι δοκεύων. καὶ φθονεροί τινες εἶπον ἀσιγήτων Φαρισαίων· οὐ θεόθεν πέλεν οὗτος, ὃς ἱερὰ θεσμὰ πατήσας οὐ δρόμον ἀπρήκτοιο φυλάσσεται ἕβδομον ἠοῦς. ἄλλοι δ’ ἀντιάχησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν· πῶς δύναται τάδε πάντα πολύτροπα θαύματα τεύχειν θνητὸς ἀνὴρ καὶ ἀλιτρός; ἁμιλλητῆρι δὲ λαῷδιχθὰ μεριζομένῳ διδυμόθροος ἔβρεμεν ἠχώ· καὶ πολὺς ἀμφήριστος ἔην κλόνος. ἀνδρὶ δὲ τυφλῷ πάντες ἐμυθήσαντο· σὺ δὲ φρεσὶν εἵνεκα κείνου ποίην μῆτιν ἔχεις; τίνα μοι, τίνα μῆτιν ἐνίψεις; ἀρτιφαὴς δ’ ἀδόνητος ἀνὴρ πειθήμονι μύθῳ ἔννεπε τολμήεις· ὅτι θέσκελός ἐστι προφήτης. λαοὶ δ’ οὐκ ἐπίθησαν ἀληθέι φωτὸς ἰωῇ,  ὅς ποτε τυφλὸς ἔην καὶ ἐδέξατο φέγγος ὀπωπῆς, εἰ μὴ πρῶτα κάλεσσαν ἀπειθέες ἀρχιερῆες ἀνδρὸς ἀναβλέψαντος ἐπισταμένους γενετῆρας. ἀμφοτέρους δ’ εἴροντο βαρυζήλῳ τινὶ μύθῳ· ὑμείων πάις οὗτος, ὃν ἐφθέγξαντο πολῖται ἐκ λαγόνων ὅτι τυφλὸς ἀνεβλάστησε τεκούσης; καὶ πόθεν ὀψιτέλεστον ἐδέξατο φέγγος ὀπωπῆς καὶ φόβον ὠδίνοντες ἐχέφρονες ἠπεροπῆες μῦθον ὑποκλέπτοντες ἐμυθήσαντο τοκῆες· ἴδμεν, ὅτι βροτὸς οὗτος, ὃς ἔλλαχεν ὄμματος αἴγλην,  ἡμείων πέλε κοῦρος ἐτήτυμος, ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ἑῆς ἀπὸ μητρὸς ὅτι βρέφος εἰς φάος ἕρπων τυφλὸς ἔην ἀγάλακτος, ἔτι πνείων τοκετοῖο. πῶς δέ οἱ ἀμφιτρῆτες ἀνωίχθησαν ὀπωπαὶ καὶ τίς ἀφωτίστων βλεφάρων ἐκέδασσεν ὀμίχλην, ἡμεῖς οὐκ ἐδάημεν ἀμεμφέες· ἀγχιφανῆ δὲἴδμονα κοῦρον ἔρεσθε, τὰ μὴ δεδάασι τοκῆες· οὐ πέλε νήπιος οὗτος ἔχων παιδήιον ἥβην· οὐ φθογγῆς ἑτέρης ἐπιδεύεται. ἀμφὶ ἕθεν γὰρ ἀρτιθαλὴς νέος οὗτος ἀληθέα μῦθον ἐνίψει, πιστῆς μέτρα τέλεια φέρων παλιναυξέος ἥβης. τοῖα φόβῳ δολόεντες ἐπεφθέγξαντο τοκῆεςτάρβος Ἰουδαίων πεφυλαγμένοι. αἰνομανεῖς γὰρ Χριστοῦ ζῆλον ἔχοντες ἀμιμήτων χάριν ἔργωνσυνθεσίην κήρυξαν ὅλῳ πειθήμονι λαῷ, ὄφρα μιν ὃς δέξοιτο νόῳ καὶ Χριστὸν ἐνίψῃ, μὴ ζαθέου ψαύσειε θεοκλήτοιο μελάθρου. οὗ χάριν Ἑβραίοισιν ἐμυθήσαντο τοκῆες·ἴδμονα κοῦρον ἔρεσθε καὶ οὐ χρέος ἐστὶ τοκήων· ὑμῖν δ’ εἰρομένοισι δυνήσεται οὗτος ἐνίψαι ἄρτια μέτρα φέρουσαν ἔχων περιμήκετον ἥβην· καὶ γενέτης ἀλαοῖο κεράσσατο θαύματι φωνὴν γλώσσῃ κρυπταδίῃ, μὴ δήιος ἐσμὸς ἀκούσῃ παιδὸς ἰδὼν νέον ὄμμα βοογλήνοιο προςώπου. ἀνέρα δ’, ὃς περίφοιτος ἔην ἀλαωπὸς ὁδίτης, ζηλομανεῖς καλέσαντες ἐπέφραδον ἀρχιερῆες,δός, τέκος, ὑψιμέδοντι θεῷ χάριν, ὅς σε σαώσαςὀφθαλμῶν πόρε φέγγος· ὁ δὲ βροτός, ὃν σὺ γεραίρεις, οὗτος ἀλιτροσύνῃσι πέλει μεμελημένος ἀνήρ. Ἑβραίοις δ’ ἀγόρευεν ἀνὴρ θρασύς· οὐ μὲν ἀνέγνων, εἰ πέλεν οὗτος ἀλιτρὸς ἐτήτυμον· οἶδα δὲ θυμῷἓν μόνον ἀτρεκέως, λοχίης ὅτι σύντροφος ἠοῦς τυφλὸς ἐγὼ βλάστησα καὶ ἵσταμαι ἄρτι δοκεύων.καὶ χορὸς Ἑβραίων φιλοπευθέα ῥήξατο φωνήν· εἰπέ, τί σοι ποίησεν ἑῷ τεχνήμονι πηλῷ; πῶς δὲ τεὴν ζοφόεσσαν ἀπημάλδυνεν ὀμίχλην; καί σφιν ἀνὴρ ἀδόνητος ἐλεύθερον ἴαχε φωνήν· ἄλλοτε μῦθον ἔλεξα, καὶ οὐκ ἠκούσατε φωνῆς,τίπτε παλιμπετέες μενεαίνετε τοῦτον ἀκοῦσαι;μὴ θεὸς ὑμείων δονέει νόον, ὄφρα καὶ αὐτοὶ Χριστοῦ θεσπεσίοιο νόθοι γίνησθε μαθηταί; οἱ δέ μιν ἀντιπόροισιν ἐνείκεον αὐτίκα μύθοις· αὐτὸς λυσινόμοιο πέλεις κείνοιο μαθητής. ἡμεῖς γὰρ προτέροιο θεουδέος ἐσμὲν ἑταῖροιθεσμοτόκου Μωσῆος ὑποδρηστῆρες ἰωῆς. [...] οῦτον δ’ οὐκ ἐδάημεν. ἀνὴρ δ’ ἠμείβετο μύθῳ· τοῦτο γάρ ἐστι τὸ θαῦμα πολὺ πλέον, ὅττι περ ὑμῖν οὗτος ἔην ἄγνωστος, ἐμὰς δ’ ὤιξεν ὀπωπάς. ἴδμεν, ὅτι ξύμπαντα πατὴρ θεὸς ἡνιοχεύων ἀνδρὸς ἀλιτρονόοιο βοὴν οὐκ οἶδεν ἀκούειν. εἰ δὲ θεουδείῃσιν ἀνὴρ μεμελημένος εἴη καὶ καθαραῖς πραπίδεσσι θεοῦ τελέσειεν ἐφετμάς,τούτου λισσομένοιο θεὸς ταχυεργὸς ἀκούει. ἐξότε ποικιλόμορφος ἀέξετο πάντροφος αἰών, τηλίκος οὔποτε μῦθος ἀκούεται, ὅττι λαχόντι ὄμμα πολυκλήιστον ἀφωτίστοιο προςώπου ἀνέρι τις πόρε φέγγος, ὃν ἀρτιτόκου διὰ κόλπου εἰς έτι τυφλὸν ἐόντα μογοστόκος ἔδρακεν ἠώς. εἰ μὴ ἔην βροτὸς οὗτος ἐπουρανίου βασιλῆος, τηλίκον οὔποτε θαῦμα δυνήσατο μοῦνος ἀνύσσαι. καί μιν μυστιπόλοι φθονερῇ στυφέλιξαν ἰωῇ· σύγγονος ἀμπλακίῃσιν ἐμαιώθης ὅλος ἀνήρ, καὶ σὺ σοφοὺς ἱερῆας, ἐπεσβόλε, ταῦτα διδάσκεις;καί μιν ὁμοκλήσαντες ἀπήλασαν ἔκτοθι νηοῦ. Ἰησοῦς δ’ ἀίεσκε δαήμονι τυφλὸν ἀκουῇ, ὅττι μιν ἐκτὸς ἔλασσαν ἀγήνορες ἀρχιερῆες· εὗρε δέ μιν καὶ ἔειπε· σὺ πείθεαι υἷα γεραίρων οὐρανίου βασιλῆος; ἀνὴρ δ’ ἠρεύγετο φωνήν· κοίρανε, τίς πέλεν οὗτος, ὃν ἔννεπες, ὄφρα γεραίρω; Ἰησοῦς δ’ ἀπάμειπτο· καὶ ἔδρακες αὐτὸν ὀπωπῇ, καί σοι ὁ νῦν λαλέων αὐτὸς πέλεν. εἶπε καὶαὐτός· κοίρανε, πιστεύω· κεφαλὴν δ’ ἐπὶ γαῖαν ἐρείσαςκαὶ ποσὶν ἀμβροσίοις κυρτούμενον αὐχένα κάμπτων φαιδρὰ πολυρραφέων προςπτύξατο ταρσὰ πεδίλων. Ἰησοῦς δ’ ἀπάμειπτο σαόφρονα μῦθον ἀκούων· εἰς κρίμα τοῦτον ἵκανον ἐς ἄφρονα κόσμον ἀλήτην, εἰς κρίμα δισσὸν ἔβην ἑτερότροπον, ὄφρα καὶ αὐτοὶ οἱ πάρος οὐχ ὁρόωντες ἀθηήτου φάος ἠοῦς τυφλοὶ ἀναβλέψωσιν ἐςαθρήσαντες ὀπωπαῖς, ὀξυφαεῖς δὲ γένοιντο λιπαυγέες. ἀγχιπόρων δὲ Χριστῷ λαὸς ἔειπεν ἐφεσπομένων Φαρισαίων, μὴ σφαλεροῖς βλεφάροις ἀλαοὶ γενόμεσθα καὶ ἡμεῖς; Ἰησοῦς δ’ ὀάριζεν ἀπειθέα λαὸν ἐλέγχων· εἰ ζόφος ὑμετέρης περιδέδρομε φέγγος ὀπωπῆς, ὑμέας ἀμπλακίης ἀδαήμονας ἔννεπον εἶναι· νῦν δὲ φόως ὁρόωντες ἀλήμονές ἐστε καὶ ὑμεῖς· τυφλοὶ δ’ ἐστὲ νόῳ βλεφάρων πλέον· οἷσι γὰρ ἀνδρῶν ἀμπλακίαι μίμνουσι, μάτην ὁρόωσιν ὀπωπαῖς.


 

No comments: