Irenaeus
Adversus haereses
Liber V
(ed. A. Rousseau, L. Doutreleau and C. Mercier)
Irénée de Lyon. Contre les hérésies, livre 5, vol. 2. //
Cerf, 1969, 14–16, 20–24, 32–48, 50, 52, 54, 62, 64, 66,
68, 70, 74, 98, 114, 116, 118, 120, 140, 142, 144, 146,
148, 150, 166–168, 172–174, 216–222, 232–234,
300–304, 334–336, 342–380, 384, 394, 416, 452–458.
Fragment 1
Τῷ δὲ μόνῳ βεβαίῳ καὶ ἀληθεῖ διδασκάλῳ ἑπόμενος τῷ Λόγῳ Θεοῦ Ἰησοῦ Χριστῷ τῷ
Κυρίῳ ἡμῶν, τῷ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀγάπην γεγονότι τοῦτο ὅπερ ἐσμέν,
ἵνα ἡμᾶς εἶναι καταρτίσῃ ἐκεῖνο ὅπερ ἐστὶν αὐτός. Οὐ γὰρ ἄλλως ἡμεῖς μαθεῖν
ἐδυνάμεθα τὰ τοῦ Θεοῦ, εἰ μὴ ὁ διδάσκαλος ἡμῶν, Λόγος ὤν, ἄνθρωπος ἐγένετο.
Οὐδὲ γὰρ ἄλλος υἱός τις ἦν ἐξηγήσασθαι τὰ τοῦ Πατρός, εἰ μὴ ὁ ἀΐδιος αὐτοῦ
Λόγος.
Fragment 2
Τῷ ἰδίῳ οὖν αἵματι λυτρωσαμένου ἡμᾶς τοῦ Κυρίου καὶ δόντος τὴν ψυχὴν αὐτοῦ
ἀντὶ τῆς ἡμετέρας ψυχῆς καὶ τὴν σάρκα τὴν ἑαυτοῦ ἀντὶ τῶν ἡμετέρων σαρκῶν.
Fragment 3
Οὐ γὰρ δοκήσει ταῦτα, ἀλλ’ ἐν ὑποστάσει ἀληθείας ἐγίνετο. Εἰ δὲ μὴ ὢν
ἄνθρωπος ἐφαίνετο ἄνθρωπος, οὔτε ὃ ἦν ἐπ’ ἀληθείας ἔμεινε, Πνεῦμα Θεοῦ, ἐπεὶ
ἀόρατον τὸ Πνεῦμα, οὔτε ἀλήθειά τις ἦν ἐν αὐτῷ, οὐ γὰρ ἐκεῖνο ἦν ὅπερ ἐφαίνετο.
Προείπομεν δὲ ὅτι Ἀβραὰμ καὶ οἱ λοιποὶ προφῆται προφητικῶς αὐτὸν ἔβλεπον, τὸ
μέλλον ἔσεσθαι δι’ ὄψεως προφητεύοντες. Εἰ οὖν καὶ νῦν τοιοῦτος ἐφάνη, μὴ ὢν
ὅπερ ἐφαίνετο, προφητική τις ὀπτασία γέγονε τοῖς ἀνθρώποις, καὶ δεῖ ἄλλην
ἐκδέχεσθαι παρουσίαν αὐτοῦ, ἐν ᾗ τοιοῦτος ἔσται οἷος νῦν ὁρᾶται προφητικῶς.
Ἀπεδείξαμεν δὲ ὅτι τὸ αὐτό ἐστι δοκήσει λέγειν πεφηνέναι καὶ μηδὲν ἐκ τῆς
Μαρίας εἰληφέναι. Οὐδὲ γὰρ ἦν ἀληθῶς σάρκα καὶ αἷμα ἐσχηκώς, δι’ ὧν ἡμᾶς
ἐξηγοράσατο, εἰ μὴ τὴν ἀρχαίαν πλάσιν τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο.
Μάταιοι οὖν οἱ ἀπὸ Οὐαλεντίνου, τοῦτο δογματίζοντες, ἵνα ἐκβάλωσι τὴν ζωὴν τῆς
σαρκός.
Fragment 4
Ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν καὶ διὰ τῆς κτίσεως τρεφόμεθα, τὴν δὲ κτίσιν αὐτὸς
ἡμῖν παρέχει, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων καὶ βρέχων καθὼς βούλεται, τὸ ἀπὸ τῆς
κτίσεως ποτήριον ἴδιον αἷμα ὡμολόγησεν, ἐξ οὗ δεύσει τὸ ἡμέτερον αἷμα, καὶ τὸν
ἀπὸ τῆς κτίσεως ἄρτον ἴδιον σῶμα διεβεβαιώσατο, ἀφ’ οὗ τὰ ἡμέτερα αὔξει σώματα.
Ὁπότε οὖν καὶ τὸ κεκραμένον ποτήριον καὶ ὁ γεγονὼς ἄρτος ἐπιδέχεται τὸν λόγον
τοῦ Θεοῦ καὶ γίνεται εὐχαριστία καὶ σῶμα Χριστοῦ, ἐκ τούτων τε αὔξει καὶ
συνέστηκεν ἡ τῆς σαρκὸς ἡμῶν ὑπόστασις, πῶς δεκτικὴν μὴ εἶναι τὴν σάρκα λέγουσι
τῆς δωρεᾶς τοῦ Θεοῦ, ἥτις ἐστὶ ζωὴ αἰώνιος, τὴν ἀπὸ τοῦ σώματος καὶ αἵματος τοῦ
Κυρίου τρεφομένην καὶ μέλος αὐτοῦ ὑπάρχουσαν; Καθὼς ὁ μακάριος Ἀπόστολός φησιν
ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ ὅτι «Μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς
αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ», οὐ περὶ πνευματικοῦ τινος καὶ ἀοράτου ἀνθρώπου
λέγων ταῦτα, «τὸ γὰρ πνεῦμα οὔτε ὀστέα οὔτε σάρκας ἔχει», ἀλλὰ περὶ τῆς κατὰ
τὸν ἀληθινὸν ἄνθρωπον οἰκονομίας, τῆς ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστέων
συνεστώσης, ἥτις καὶ ἐκ τοῦ ποτηρίου ὅ ἐστιν αἷμα αὐτοῦ τρέφεται καὶ ἐκ τοῦ
ἄρτου ὅ ἐστι σῶμα αὐτοῦ αὔξεται. Καὶ ὅνπερ τρόπον τὸ ξύλον τῆς ἀμπέλου κλιθὲν
εἰς τὴν γῆν τῷ ἰδίῳ καιρῷ ἐκαρποφόρησε, καὶ «ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν
γῆν» καὶ διαλυθεὶς πολλοστὸς ἠγέρθη διὰ τοῦ Πνεύματος τοῦ Θεοῦ τοῦ συνέχοντος τὰ
πάντα, ἔπειτα δὲ διὰ τῆς σοφίας τοῦ Θεοῦ εἰς χρῆσιν ἐλθόντα ἀνθρώπων καὶ
προσλαμβανόμενα τὸν λόγον τοῦ Θεοῦ εὐχαριστία γίνεται, ὅπερ ἐστὶ σῶμα καὶ αἷμα
τοῦ Χριστοῦ, οὕτως καὶ τὰ ἡμέτερα σώματα ἐξ αὐτῆς τρεφόμενα καὶ τεθέντα εἰς τὴν
γῆν καὶ διαλυθέντα ἐν αὐτῇ ἀναστήσεται ἐν τῷ ἰδίῳ καιρῷ, τοῦ Λόγου τοῦ Θεοῦ τὴν
ἔγερσιν αὐτοῖς χαριζομένου εἰς δόξαν Θεοῦ καὶ Πατρός, ὃς ὄντως τῷ θνητῷ τὴν
ἀθανασίαν περιποιεῖ καὶ τῷ φθαρτῷ τὴν ἀφθαρσίαν προσχαρίζεται, ὅτι ἡ δύναμις
τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειοῦται, ἵνα μὴ ὡς ἐξ ἡμῶν αὐτῶν ἔχοντες τὴν ζωὴν
φυσιωθῶμεν καὶ ἐπαρθῶμέν ποτε κατὰ τοῦ Θεοῦ ἀχάριστον ἔννοιαν ἀναλαβόντες,
πείρᾳ δὲ μαθόντες ὅτι ἐκ τῆς ἐκείνου ὑπεροχῆς ἀλλ’ οὐκ ἐκ τῆς ἡμετέρας φύσεως
τὴν εἰς ἀεὶ παραμονὴν ἔχομεν, μήτε τῆς περὶ τὸν Θεὸν δόξης ὡς ἔστιν ἀστοχήσωμεν,
μήτε τὴν ἡμετέραν φύσιν ἀγνοήσωμεν, ἀλλ’ εἰδῶμεν τί ὁ Θεὸς δύναται καὶ τί
ἄνθρωπος εὐεργετεῖται, καὶ μὴ σφαλῶμέν ποτε τῆς ἀληθοῦς περὶ τῶν ὄντων ὡς ἔστι
καταλήψεως, τουτέστι Θεοῦ τε καὶ ἀνθρώπων. Καὶ μήτι γε, καθὼς προείπαμεν, καὶ
διὰ τοῦτο ἠνέσχετο ὁ Θεὸς τὴν εἰς τὴν γῆν ἡμῶν ἀνάλυσιν, ὅπως παντοίως
παιδευθέντες ἐν πᾶσιν εἰς τὸ μέλλον ὦμεν ἀκριβεῖς, μήτε Θεὸν μήτε ἑαυτοὺς
ἀγνοοῦντες;
Σαφέστατα δὲ Παῦλος ἐπέδειξεν ὅτι παρεδόθη τῇ ἑαυτοῦ ἀσθενείᾳ ὁ ἄνθρωπος ἵνα
μὴ ἐπαρθείς ποτε ἀστοχήσῃ τῆς ἀληθείας, εἰπών· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν
ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.»
Fragment 5
Εἰ γὰρ τὸ θνητὸν οὐ ζωοποιεῖ καὶ τὸ φθαρτὸν μὴ ἀνάγει εἰς ἀφθαρσίαν, οὐκ
ἔστι δυνατὸς ὁ Θεός. Ἀλλ’ ὅτι δυνατός ἐστιν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐκ τῆς
ἀρχῆς ἡμῶν συννοεῖν ὀφείλομεν, ὅτι λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἐποίησε τὸν
ἄνθρωπον, καίπερ πολλῷ δυσκολώτερον καὶ ἀπιστότερον ἦν ἐκ μὴ ὄντων ὀστέων τε
καὶ νεύρων καὶ τῆς λοιπῆς τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας ποιῆσαι εἰς τὸ εἶναι
καὶ ἔμψυχον καὶ λογικὸν ἀπεργάσασθαι ζῷον, ἢ τὸ γεγονός, ἔπειτα ἀναλυθὲν εἰς
τὴν γῆν, αὖθις ἀποκαταστῆσαι εἰς ἐκεῖνα χωρῆσαν ὅθεν τὴν ἀρχὴν μηδέπω γεγονὼς
ἐγενήθη ὁ ἄνθρωπος· ὁ γὰρ τὴν ἀρχὴν οὐκ ὄντα ποιήσας ὁπότε ἠθέλησε πολλῷ μᾶλλον
τοὺς ἤδη γεγονότας αὖθις ἀποκαταστήσει θελήσας εἰς τὴν ὑπ’ αὐτοῦ διδομένην
ζωήν.
Εὑρεθήσεται δὲ καὶ δεκτικὴ ἅμα καὶ χωρητικὴ ἡ σὰρξ τῆς τοῦ Θεοῦ δυνάμεως· εἰ
γὰρ τὴν ἀρχὴν ἀπεδέξατο τὴν τέχνην τοῦ Θεοῦ, καὶ τὸ μέν τι ἐγένετο ὀφθαλμὸς τοῦ
ὁρᾶν, τὸ δὲ οὖς, καὶ ἄλλο ἄλλο. Τί γάρ; Οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν πάσης τῆς κατὰ
τὸν ἄνθρωπον μελοποιΐας, ἥτις οὐκ ἄνευ σοφίας πολλῆς ἐγένετο. Τὰ δὲ τέχνης καὶ
σοφίας μετέχοντα Θεοῦ μετέχει καὶ τῆς δυνάμεως αὐτοῦ. Οὐκ ἄρα οὖν ἄμοιρος ἡ
σὰρξ τεχνικῆς σοφίας καὶ δυνάμεως Θεοῦ, ἀλλ’ ἡ δύναμις αὐτοῦ, ἥτις ἐστὶ ζωῆς
παρεκτική, <ἐν ἀσθενείᾳ> τελεῖται, τουτέστιν ἐν σαρκί. Εἰπάτωσαν ἡμῖν οἱ
λέγοντες μὴ εἶναι δεκτικὴν τὴν σάρκα τῆς παρὰ τοῦ Θεοῦ διδομένης ζωῆς, πότερον
ζῶντες νῦν καὶ μετέχοντες τῆς ζωῆς λέγουσι ταῦτα, ἢ τὸ καθόλου ζωῆς μετέχοντες
μηδέν, νεκροὺς δὲ ἑαυτοὺς τῷ παρόντι ὁμολογοῦσιν; Ἀλλ’ εἰ μέν εἰσι νεκροί, πῶς
καὶ κινοῦνται καὶ λαλοῦσι καὶ τὰ λοιπὰ ποιοῦσιν, ἅπερ οὐχὶ νεκρῶν ἀλλὰ ζώντων
ἔργα; Εἰ δὲ ζῶσι νῦν καὶ ὅλον αὐτῶν μετέχει τὸ σῶμα τῆς ζωῆς, πῶς τολμῶσι
λέγειν μὴ εἶναι τὴν σάρκα μετοχικὴν τῆς ζωῆς, ὁμολογοῦντες ἔχειν ζωὴν ἐν τῷ
παρόντι; Ὅμοιον εἴ τις σπογγιὰν ὕδατος πλήρη κρατῶν ἢ λαμπάδα φωτὸς μὴ δύνασθαι
λέγει μετέχειν τοῦ ὕδατος ἐπὶ τῆς σπογγιᾶς μηδὲ τὴν λαμπάδα τοῦ πυρός· τὸν
αὐτὸν τρόπον καὶ οὗτοι ζῆν λέγοντες καὶ βαστάζειν τὴν ζωὴν ἐν τοῖς ἰδίοις
αὐχοῦντες μέλεσιν, ἔπειτα ἑαυτοῖς ἐναντιούμενοι, τὰ μέλη αὐτῶν ἐπιδεκτικὰ μὴ
λέγουσι τῆς ζωῆς. Εἰ δὲ τὸ πρόσκαιρον τοῦ ζῆν πολλῷ ἀσθενέστερον ἐκείνης τῆς
αἰωνίας ζωῆς ὅμως τοσοῦτον δύναται ὥστε ζωοποιεῖν ἡμῶν τὰ θνητὰ μέλη, ἡ τούτου
δραστικωτέρα καὶ αἰώνιος ζωὴ τί ὅτι οὐ ζωοποιεῖ τὴν σάρκα τὴν ἤδη μεμελετηκυῖαν
καὶ εἰθισμένην βαστάζειν τὴν ζωήν; Ὅτι γὰρ ἐπιδεκτικὴ ζωῆς ἐστιν ἡ σάρξ, ἐκ τοῦ
ζῆν δείκνυται· ζῇ δὲ ἐφ’ ὅσον αὐτὴν ὁ Θεὸς θέλει ζῆν. Ὅτι δὲ καὶ ὁ Θεὸς δυνατὸς
παρέχειν αὐτῇ τὴν ζωήν, δῆλον· ἐκείνου γὰρ παρέχοντος ἡμῖν τὴν ζωήν, ζῶμεν. Καὶ
τοῦ Θεοῦ οὖν δυνατοῦ ὄντος ζωοποιεῖν τὸ πλάσμα τὸ ἑαυτοῦ καὶ τῆς σαρκὸς
δυναμένης ζωοποιεῖσθαι, τί λοιπὸν τὸ κωλῦον αὐτὴν μετέχειν τῆς ἀφθαρσίας, ἥτις
ἐστὶ μακαρία καὶ ἀτελεύτητος ὑπὸ Θεοῦ διδομένη ζωή;
Fragment 6
Τί δὲ καὶ περὶ ἐκείνων λέγομεν, ὅπου γε καὶ Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ ἐν
σώματι μετετέθη, τὴν μετάθεσιν τῶν δικαίων προμηνύων, καὶ Ἠλίας ὡς ἦν ἐν τῇ τοῦ
πλάσματος ὑποστάσει ἀνελήφθη, τὴν ἀνάληψιν τῶν πνευματικῶν προφητεύων; Καὶ
οὐδὲν ἐνεπόδισεν αὐτοῖς τὸ σῶμα πρὸς τὴν μετάθεσιν καὶ ἀνάληψιν· δι’ ὧν γὰρ
χειρῶν ἐπλάσθησαν τὴν ἀρχήν, διὰ τούτων τὴν ἀνάληψιν καὶ μετάθεσιν ἐλάμβανον.
Εἰθισμέναι γὰρ ἦσαν ἐν τῷ Ἀδὰμ αἱ χεῖρες τοῦ Θεοῦ ῥυθμίζειν καὶ κρατεῖν καὶ
βαστάζειν τὸ ἴδιον πλάσμα καὶ φέρειν καὶ τιθέναι ὅπου αὐταὶ βούλονται. Ποῦ οὖν
ἐτέθη ὁ πρῶτος ἄνθρωπος; Ἐν τῷ παραδείσῳ δηλονότι, καθὼς γέγραπται. Καὶ ἐκεῖθεν
ἐξεβλήθη εἰς τόνδε τὸν κόσμον παρακούσας. Διὸ καὶ λέγουσιν οἱ πρεσβύτεροι, τῶν
ἀποστόλων μαθηταί, τοὺς μετατεθέντας ἐκεῖσε μετατεθῆναι – δικαίοις γὰρ
ἀνθρώποις καὶ πνευματοφόροις ἡτοιμάσθη ὁ παράδεισος, ἐν ᾧ καὶ Παῦλος ὁ
ἀπόστολος εἰσκομισθεὶς ἤκουσε ῥήματα ἄρρητα ὡς πρὸς ἡμᾶς ἐν τῷ παρόντι – κἀκεῖ
μένειν τοὺς μετατεθέντας ἕως συντελείας, προοιμιαζομένους τὴν ἀφθαρσίαν.
Εἰ δέ τις ἀδύνατον ὑπολάβοι χρόνοις τοσούτοις ὑπομένειν τοὺς ἀνθρώπους, καὶ
τὸν Ἠλίαν μὴ ἔνσαρκον ἀνειλῆφθαι, δεδαπανῆσθαι δὲ τὴν σάρκα αὐτοῦ ἐν τῷ πυρίνῳ
ἅρματι, ἐννοησάτω μὲν ὅτι Ἰωνᾶς ἐν τῷ βυθῷ ῥιφείς, σῶος πάλιν ἐξεπτύσθη τῇ γῇ
κελεύσει Θεοῦ, Ἀνανίας τε καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον ἐμβληθέντες πυρὸς
ἑπταπλασίως ἐκκαιομένην οὔτε ἐβλάβησάν τι οὔτε ὀσμὴ πυρὸς εὑρέθη ἐν αὐτοῖς. Ἡ
οὖν αὐτοῖς συμπαροῦσα χεὶρ τοῦ Θεοῦ καὶ παράδοξα καὶ ἀδύνατα τῇ φύσει τῶν
ἀνθρώπων εἰς αὐτοὺς ἐπιτελέσασα, τί θαυμαστὸν εἰ καὶ ἐν τοῖς μετατεθεῖσιν ἀπείργασται
παράδοξον ὑπουργοῦσα τῷ θελήματι τοῦ Πατρός;
Οὔτε οὖν φύσις τινὸς τῶν γεγονότων οὔτε μὴν ἀσθένεια σαρκὸς ὑπερισχύσει τῆς
βουλῆς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ Θεὸς τοῖς γεγονόσιν ἀλλὰ τὰ γεγονότα ὑποτέτακται τῷ
Θεῷ, καὶ τὰ πάντα ἐξυπηρετεῖ τῷ βουλήματι αὐτοῦ.
Fragment 7
Καθὼς καὶ πολλῶν ἀκούομεν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ προφητικὰ χαρίσματα ἐχόντων
καὶ παντοδαπαῖς λαλούντων διὰ τοῦ Πνεύματος γλώσσαις καὶ τὰ κρύφια τῶν ἀνθρώπων
εἰς φανερὸν ἀγόντων ἐπὶ τῷ συμφέροντι καὶ τὰ μυστήρια τοῦ Θεοῦ ἐκδιηγουμένων.
Fragment 8
Τοὺς δὲ ἀχαλιναγωγήτους, φησί, καὶ καταφερομένους εἰς τὰς ἑαυτῶν ἐπιθυμίας,
μηδεμίαν ἔχοντας ἐπιθυμίαν θείου Πνεύματος, δικαίως ὁ Ἀπόστολος σαρκικοὺς
καλεῖ.
Fragment 9
Ἐπεὶ ἄνευ Πνεύματος Θεοῦ σωθῆναι οὐ δυνάμεθα, προτρεπόμενος ἡμᾶς ὁ Ἀπόστολος
διὰ τῆς πίστεως καὶ τῆς ἁγνῆς ἀναστροφῆς συντηρεῖν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἵνα μὴ
ἄμοιροι τοῦ θείου Πνεύματος γενόμενοι ἀποτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν,
ἐβόησε μὴ δύνασθαι τὴν σάρκα καθ’ ἑαυτὴν ἐν τῷ αἵματι βασιλείαν κληρονομῆσαι
Θεοῦ.
Εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ κληρονομεῖ ἀλλὰ κληρονομεῖται ἡ σάρξ. Ὡς οὖν ἡ
νύμφη γαμῆσαι μὲν οὐ δύναται, γαμηθῆναι δὲ δύναται, ὅταν ἔλθῃ καὶ παραλήψεται
αὐτὴν ὁ νυμφίος, οὕτως καὶ ἡ σὰρξ καθ’ ἑαυτὴν βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ
δύναται, κληρονομηθῆναι δὲ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ δύναται. Κληρονομεῖ γὰρ ὁ
ζῶν τὰ τοῦ τετελευτηκότος, καὶ ἕτερον μέν ἐστι τὸ κληρονομεῖν, ἕτερον δὲ τὸ
κληρονομεῖσθαι· ὁ μὲν γὰρ κυριεύει καὶ ἀφηγεῖται καὶ διατίθησι τὰ
κληρονομούμενα ᾗ ἂν αὐτὸς βουληθῇ, τὰ δὲ ὑποτέτακται καὶ ὑπακούει καὶ κυριεύεται
ὑπὸ τοῦ κληρονομοῦντος. Τί οὖν ἐστι τὸ ζῶν; Τὸ Πνεῦμα τοῦ Θεοῦ. Τίνα δὲ τὰ
ὑπάρχοντα τοῦ τετελευτηκότος; Τὰ μέλη τοῦ ἀνθρώπου τὰ καὶ φθειρόμενα ἐν τῇ γῇ
ταύτῃ. Ταῦτα δὲ κληρονομεῖται ὑπὸ τοῦ Πνεύματος μεταφερόμενα εἰς τὴν βασιλείαν
τῶν οὐρανῶν.
Fragment 10
Ὡς γὰρ φθορᾶς ἐπιδεκτικὴ ἡ σάρξ, οὕτως καὶ ἀφθαρσίας, καὶ ὡς θανάτου, οὕτως
καὶ ζωῆς. Καὶ ἀμφότερα οὐ μένει κατὰ τὸ αὐτό, ἀλλ’ ἐξωθεῖται τὸ ἕτερον ὑπὸ τοῦ
ἑτέρου, καὶ παρόντος τοῦ ἑτέρου ἀναιρεῖται τὸ ἕτερον. Εἰ οὖν ὁ θάνατος
ἐπικρατήσας τοῦ ἀνθρώπου ἔξωσεν αὐτοῦ τὴν ζωὴν καὶ νεκρὸν ἀπέδειξε, πολλῷ
μᾶλλον ἡ ζωὴ ἐπικρατήσασα τοῦ ἀνθρώπου ἀπωθεῖται τὸν θάνατον καὶ ζῶντα τὸν
ἄνθρωπον ἀποκαταστήσει τῷ Θεῷ. Εἰ γὰρ ὁ θάνατος ἐνεκροποίησε τὸν ἄνθρωπον,
καθὼς Ἠσαΐας ὁ προφήτης φησίν· «Κατέπιεν ὁ θάνατος ἰσχύσας», καὶ πάλιν·
«Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».
Fragment 11
Ἕτερόν ἐστι πνοὴ ζωῆς ἡ καὶ ψυχικὸν ἀπεργαζομένη τὸν ἄνθρωπον, καὶ ἕτερον
Πνεῦμα ζωοποιοῦν τὸ καὶ πνευματικὸν αὐτὸν ἀποτελοῦν. Καὶ διὰ τοῦτο Ἠσαΐας
φησίν· «Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερεώσας αὐτόν, ὁ πήξας
τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ Πνεῦμα τοῖς
πατοῦσιν αὐτήν», τὴν μὲν πνοὴν κοινῶς παντὶ τῷ ἐπὶ τῆς γῆς λαῷ φήσας δεδόσθαι,
τὸ δὲ Πνεῦμα ἰδίως τοῖς καταπατοῦσι τὰς γεώδεις ἐπιθυμίας. Διὸ καὶ πάλιν ὁ
αὐτὸς Ἠσαΐας διαστέλλων τὰ προειρημένα φησίν· «Πνεῦμα γὰρ παρ’ ἐμοῦ
ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα», τὸ μὲν Πνεῦμα ἰδίως ἐπὶ τοῦ Θεοῦ
τάξας τοῦ ἐπ’ ἐσχάτων <τῶν καιρῶν> ἐκχέοντος αὐτὸ διὰ τῆς υἱοθεσίας ἐπὶ
τὴν ἀνθρωπότητα, τὴν δὲ πνοὴν κοινῶς ἐπὶ τῆς κτίσεως, καὶ ποίημα ἀναγορεύσας
αὐτήν. Ἕτερον δέ ἐστι τὸ ποιηθὲν τοῦ ποιήσαντος. Ἡ οὖν πνοὴ πρόσκαιρος, τὸ δὲ
Πνεῦμα ἀένναον. Καὶ ἡ μὲν πνοὴ ἀκμάσασα πρὸς βραχὺ καὶ καιρῷ τινι παραμείνασα
μετὰ τοῦτο πορεύεται, ἄπνουν ἐγκαταλιποῦσα ἐκεῖνο περὶ ὃ ἦν τὸ πρότερον· τὸ δὲ
<Πνεῦμα> περιλαβὸν ἔνδοθεν καὶ ἔξωθεν τὸν ἄνθρωπον, ἅτε ἀεὶ παραμένον,
οὐδέποτε ἐκλείψει αὐτόν.
Fragment 12
Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς ῥέψας ἐπὶ τὸ χεῖρον ἀπώλεσε τὴν ζωήν, οὕτως
πάλιν ὁ αὐτὸς ἐκεῖνος ἐπὶ τὸ βέλτιον ἐπανελθὼν καὶ προσλαβόμενος τὸ ζωοποιοῦν
Πνεῦμα εὑρήσει τὴν ζωήν. Οὐ γὰρ ἄλλο τὸ ἀποθνῇσκον καὶ ἄλλο τὸ
ζωοποιούμενον, ὡς οὐδὲ ἄλλο τὸ ἀπολωλὸς καὶ ἄλλο τὸ ἀνευρισκόμενον, ἀλλ’ ἐκεῖνο
τὸ ἀπολωλὸς πρόβατον ἦλθεν ὁ Κύριος ἀναζητῶν. Τί οὖν ἦν τὸ ἀποθνῇσκον; Πάντως ἡ
τῆς σαρκὸς ὑπόστασις, ἡ καὶ ἀποβαλοῦσα τὴν πνοὴν τῆς ζωῆς καὶ ἄπνους καὶ νεκρὰ
γενομένη. Ταύτην οὖν ὁ Κύριος ἦλθε ζωοποιῶν, ἵνα, ὡς ἐν τῷ Ἀδὰμ πάντες
ἀποθνῄσκομεν ὅτι ψυχικοί, ἐν τῷ Χριστῷ ζήσωμεν ὅτι πνευματικοί, ἀποθέμενοι οὐ
τὸ πλάσμα τοῦ Θεοῦ, ἀλλὰ τὰς ἐπιθυμίας τῆς σαρκός, καὶ προσλαβόντες τὸ Πνεῦμα
τὸ ἅγιον.
Fragment 13
Μάταιοι οὖν ὄντως καὶ ἄθλιοι, οἱ τὰ οὕτως ἔκδηλα καὶ φανερὰ μὴ θέλοντες
συνορᾶν ἀλλὰ φεύγοντες τὸ φῶς τῆς ἀληθείας, οἱ κατὰ τὸν τραγικὸν Οἰδίποδα
ἑαυτοὺς τυφλώττοντες. Καὶ ὥσπερ ἀπάλαιστροι προσφιλονεικοῦντες ἑτέροις, ἕν τι
μέρος τοῦ σώματος ἀπρὶξ κρατήσαντες, δι’ ἐκείνου οὗ κρατοῦσι πίπτουσι, καὶ
πίπτοντες οἴονται νικᾶν διὰ τὸ φιλεριστικῶς ἔχεσθαι ἐκείνου οὗ τὴν ἀρχὴν
ἐδράξαντο μέλους, πρὸς δὲ τῷ πεπτωκέναι καταγέλαστοι γίνονται· οὕτω δὲ καὶ οἱ
αἱρετικοὶ τὸ «σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», δύο
λέξεις ἄραντες ἀπὸ Παύλου, οὔτε τοῦ Ἀποστόλου κατεῖδον οὔτε τὴν δύναμιν τῶν
λεγομένων προερευνήσαντες, ψιλῶς δὲ αὐτῷ μόνον τὰς λέξεις κρατοῦντες περὶ αὐτὰς
ἀποθνῄσκουσι, τὴν πᾶσαν οἰκονομίαν τὸ ὅσον ἐφ’ ἑαυτοῖς ἀνατρέποντες τοῦ Θεοῦ.
Fragment 14
«Μετασχηματίσει, φησί, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ
σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Φανερὸν ὅτι τὸ σῶμα, ὅπερ ἐστὶν ἡ σάρξ,
ἥτις καὶ ταπεινοῦται πίπτουσα εἰς τὴν γῆν. Μετασχηματισμὸς δὲ αὐτῆς, ὅτι θνητὴ
καὶ φθαρτὴ οὖσα ἀθάνατος καὶ ἄφθαρτος γίνεται, οὐκ ἐξ ἰδίας ὑποστάσεως, ἀλλὰ
«κατὰ τὴν» τοῦ Κυρίου «ἐνέργειαν, τὸ δύνασθαι αὐτὸν» τῷ θνητῷ τὴν ἀθανασίαν καὶ
τῷ φθαρτῷ περιποιήσασθαι τὴν ἀφθαρσίαν. Καὶ διὰ τοῦτό φησιν·
«Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ
τοῦτο Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος», φανερώτατα περὶ τοῦ
Πνεύματος λέγων τοῦτο· οὔτε γὰρ ἡ ψυχὴ θνητόν, οὔτε τὸ Πνεῦμα. Καταπίνεται γὰρ
τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ὅτι μηκέτι σὰρξ νεκρὰ ἀλλὰ ζῶσα καὶ ἄφθαρτος ἀναμένει,
ὑμνοῦσα τὸν εἰς αὐτὸ τοῦτο κατεργασάμενον ἡμᾶς Θεόν.
Fragment 15
Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν κατ’ εἰκόνα Θεοῦ γεγονέναι τὸν ἄνθρωπον,
οὐκ ἐδείκνυτο δέ· ἔτι γὰρ ἀόρατος ἦν ὁ Λόγος, οὗ κατ’ εἰκόνα ὁ ἄνθρωπος
ἐγεγόνει· διὰ τοῦτο δὴ καὶ τὴν ὁμοίωσιν ῥᾳδίως ἀπέβαλεν. Ὁπότε δὲ σὰρξ ἐγένετο
ὁ Λόγος τοῦ Θεοῦ, τὰ ἀμφότερα ἐπεκύρωσε· καὶ γὰρ καὶ τὴν εἰκόνα ἔδειξεν ἀληθῶς,
αὐτὸς τοῦτο γενόμενος ὅπερ ἦν ἡ εἰκὼν αὐτοῦ, καὶ τὴν ὁμοίωσιν βεβαίως κατέστησε
συνεξομοιώσας τὸν ἄνθρωπον τῷ ἀοράτῳ Πατρὶ διὰ τοῦ βλεπομένου Λόγου. Καὶ οὐ
μόνον γε διὰ τῶν προειρημένων τὸν Πατέρα τε καὶ ἑαυτὸν ἐμήνυσεν ὁ Κύριος, ἀλλὰ
δι’ αὐτοῦ τοῦ πάθους. Ἐκλύων γὰρ τὴν ἀπ’ ἀρχῆς ἐν τῷ ξύλῳ γενομένην τοῦ
ἀνθρώπου παρακοήν, «ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», τὴν ἐν
τῷ ξύλῳ παρακοὴν διὰ τῆς ὑπακοῆς ἰώμενος. Οὐκ ἂν δὲ διὰ τῶν αὐτῶν ἐληλύθει
ἐκλύων τὴν πρὸς τὸν πεπλακότα ἡμᾶς παρακοήν, εἰ ἄλλον κατήγγελλε Πατέρα. Ἐπειδὴ
δὲ δι’ ὧν παρηκούσαμεν Θεοῦ καὶ ἠπειθήσαμεν αὐτοῦ τῷ λόγῳ, διὰ τῶν αὐτῶν τὴν
ὑπακοὴν εἰσηγήσατο καὶ τὴν πρὸς τὸν λόγον αὐτοῦ πεισμονήν, φανερώτατα αὐτὸν
δεικνὺς Θεόν· ἐν μὲν γὰρ τῷ πρώτῳ Ἀδὰμ προσεκόψαμεν μὴ ποιήσαντες αὐτοῦ τὴν
ἐντολήν, ἐν δὲ τῷ δευτέρῳ Ἀδὰμ ἀποκατηλλάγημεν ὑπήκοοι μέχρι θανάτου γενόμενοι·
οὐδὲ γὰρ ἄλλῳ τινὶ ἦμεν ὀφειλέται, ἀλλ’ ἐκείνῳ οὗ καὶ τὴν ἐντολὴν παρέβημεν ἀπ’
ἀρχῆς.
Ἔστι δὲ οὗτος ὁ Δημιουργός, ὁ κατὰ μὲν τὴν ἀγάπην Πατήρ, κατὰ δὲ τὴν δύναμιν
Κύριος, κατὰ δὲ τὴν σοφίαν Ποιητὴς καὶ Πλάστης ἡμῶν, οὗ καὶ τὴν ἐντολὴν παραβάντες
ἐχθροποιήθημεν πρὸς αὐτόν. Καὶ καιρῷ εἰς φιλίαν ἀποκατέστησεν ἡμᾶς ὁ Κύριος διὰ
τῆς ἰδίας σαρκώσεως, «μεσίτης Θεοῦ τε καὶ ἀνθρώπων» γενόμενος.
Fragment 16
Ὧδε δι’ ἔργου ἔδειξεν ὁ προφήτης ὅτι τὸν στερεὸν Λόγον τοῦ Θεοῦ, ὃν ἀμελῶς
ἀποβαλόντες οὐχ ηὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ὅτι
δὲ ἀξίνῃ ἔοικεν ὁ Λόγος τοῦ Θεοῦ, Ἰωάννης ὁ Βαπτιστής φησι περὶ αὐτοῦ· «Ἤδη δὲ
ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Καὶ Ἰερεμίας δὲ ὁμοίως φησίν· «Ὁ
Λόγος Κυρίου ὡς πέλεκυς κόπτων πέτραν.» Τοῦτον οὖν κεκρυμμένον ἀφ’ ἡμῶν ἡ τοῦ
ξύλου ἐφανέρωσεν, ὡς προέφαμεν, οἰκονομία. Ἐπεὶ γὰρ διὰ ξύλου ἀπεβάλομεν αὐτόν,
διὰ ξύλου πάλιν φανερὸς τοῖς πᾶσιν ἐγένετο, ἐπιδεικνύων τὸ ὕψος καὶ μῆκος καὶ
πλάτος καὶ βάθος ἐν ἑαυτῷ καὶ, ὡς ἔφη τις τῶν προβεβηκότων, διὰ τῆς θείας
ἐκτάσεως τῶν χειρῶν τοὺς δύο λαοὺς εἰς ἕνα Θεὸν συνάγων· δύο μὲν γὰρ αἱ χεῖρες,
ὅτι καὶ δύο λαοὶ διεσπαρμένοι εἰς τὰ πέρατα τῆς γῆς, μία δὲ μέση κεφαλή, ὅτι
«εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν».
Fragment 17
Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησίν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς
νόμους ἔχοντες, ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων
ἐτασθήσονται, ὅσα δὲ κατὰ παρατροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ
τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας
ἅπαντας ὁμοίως ἐξικνουμένης. Ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη
ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχὶ ὑπὸ τοῦ διαβόλου, ὥς τινές φασιν, ἵνα φοβούμενοι αὐτὴν
οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν, ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως
ἀνακρούωσι τὴν πολλὴν τῶν ἀνθρώπων ἀδικίαν.
Καὶ κατὰ τοῦτο καὶ «αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ
λειτουργοὶ Θεοῦ», καθὼς Παῦλός φησι. Φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος
ἔλεγεν «ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτάς»· οὐ γὰρ τῇ τούτου
κελεύσει βασιλεῖς καθίστανται. Οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν
τῶν ὑποτεταγμένων δίδονται καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ
τιμωρίαν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς
καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν.
Fragment 18
Καὶ καλῶς ὁ Ἰουστῖνος εἶπεν ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου παρουσίας οὐδέποτε
ἐτόλμησεν ὁ Σατανᾶς βλασφημῆσαι τὸν Θεόν, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ
κατάκρισιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι, μετὰ δὲ τὴν παρουσίαν
τοῦ Κυρίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν ἀποστόλων μαθὼν ἀναφανδὸν ὅτι πῦρ αἰώνιον
αὐτῷ ἡτοίμασται κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ καὶ πᾶσι τοῖς ἀμετανοήτως
παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώπων βλασφημεῖ τὸν τὴν
κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατακεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας
ἀποστασίας τῷ ἐκτικότι αὐτὸν ἀποκαλεῖ, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ, ὡς καὶ
οἱ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς νομοθέτας,
ἀλλ’ οὐχ ἑαυτούς.
Fragment 19
Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, τούτοις τὴν ἰδίαν παρέχει κοινωνίαν·
κοινωνία δὲ Θεοῦ ζωὴ καὶ φῶς καὶ ἀπόλαυσις τῶν παρ’ αὐτοῦ ἀγαθῶν.
Fragment 20
Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, τούτοις τὸν ἀπ’ αὐτοῦ
χωρισμὸν ἐπάγει· χωρισμὸς δὲ Θεοῦ θάνατος, καὶ χωρισμὸς φωτὸς σκότος, καὶ
χωρισμὸς Θεοῦ ἀποβολὴ πάντων τῶν παρ’ αὐτοῦ ἀγαθῶν. Οἱ οὖν διὰ τῆς ἀποστασίας
ἀποβαλόντες τὰ προειρημένα, ἅτε ἐστερημένοι πάντων τῶν ἀγαθῶν, ἐν πάσῃ κολάσει
καταγίνονται, τοῦ Θεοῦ μὲν προηγητικῶς μὴ κολάζοντος, ἐπακολουθούσης δὲ
ἐκείνοις τῆς κολάσεως διὰ τὸ ἐστερῆσθαι πάντων τῶν ἀγαθῶν.
Fragment 21
Αἰώνια δὲ καὶ ἀτελεύτητα τὰ παρὰ τοῦ Θεοῦ ἀγαθά, καὶ διὰ τοῦτο καὶ ἡ
στέρησις αὐτῶν αἰώνιος καὶ ἀτελεύτητος, ὡς, διηνεκοῦς ὄντος τοῦ φωτός, οἱ
τυφλώσαντες ἑαυτοὺς ἢ καὶ ὑπὸ ἄλλων τυφλωθέντες διηνεκῶς ἀπεστέρηνται τῆς τοῦ
φωτὸς ἀπολαύσεως, οὐ τοῦ φωτὸς ἐπιφέροντος αὐτοῖς τὴν ἐν τῇ τυφλώσει τιμωρίαν,
ἀλλ’ αὐτῆς τῆς τυφλώσεως ἐπαγούσης τὴν μοχθηρίαν. Ἐπεὶ οὖν ἐν τῷ αἰῶνι τούτῳ οἱ
μὲν προστρέχουσι τῷ φωτὶ καὶ διὰ τῆς πίστεως ἑνοῦσιν ἑαυτοὺς τῷ Θεῷ, οἱ δὲ
ἀφίστανται τοῦ φωτὸς καὶ ἀφορίζουσιν ἑαυτοὺς τοῦ Θεοῦ, ἐκδέχεται ὁ Λόγος τοῦ
Θεοῦ τοῖς πᾶσιν τὴν ἁρμόζουσαν οἴκησιν ἐπάγων, τοῖς μὲν ἐν τῷ φωτὶ πρὸς τὸ
ἀπολαύειν αὐτοὺς τῶν ἐν αὐτῷ ἀγαθῶν, τοῖς δὲ ἐν τῷ σκότει πρὸς τὸ μετέχειν
αὐτοὺς τῆς ἐν αὐτῷ μοχθηρίας. Διὰ τοῦτό φησι τοὺς μὲν ἐκ δεξιῶν ἀνακαλέσασθαι
εἰς τὴν τοῦ Πατρὸς βασιλείαν, τοὺς δὲ ἐξ ἀριστερῶν εἰς τὸ αἰώνιον πῦρ πέμψειν·
ἑαυτοὺς γὰρ πάντων ἐστέρησαν τῶν ἀγαθῶν.
Fragment 22
Ὁ Ἀπόστολός φησιν· «Ἀνθ’ ὧν τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι
αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς
τῷ ψεύδει», τοῦ μὲν γὰρ ἐρχομένου ἰδίᾳ γνώμῃ τὴν ἀπιστίαν ἀνακεφαλαιουμένου
πρὸς ἑαυτὸν καὶ αὐτεξουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ
καθίσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσουσιν οἱ πλανώμενοι ὑπ’ αὐτοῦ, διὸ
καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός, τοῦ Θεοῦ δὲ κατὰ τὴν ἰδίαν
πρόγνωσιν προειδότος τὰ πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι
ἐπάγοντος «εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα
οὕτως ἐμήνυσεν.
Fragment 23
Περὶ τοῦ ὑπασπιστοῦ, ὃν καὶ ψευδοπροφήτην καλεῖ, «ἐλάλει», φησίν, «ὡς
δράκων».
Fragment 22
Ἵνα οὖν μή τις αὐτὸν θεϊκῇ δυνάμει δόξει ποιεῖν τὰ σημεῖα, ἀλλὰ μαγικῇ
ἐνεργείᾳ, ἔφη· «Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.» Καὶ οὐδέν γε καὶ
θαυμαστόν, εἰ τῶν δαιμονίων καὶ ἀποστατικῶν πνευμάτων ὑπουργούντων αὐτῷ δι’
αὐτῶν ποιεῖ σημεῖα, ἐν οἷς πλανήσει τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ «τὸν ἀριθμὸν
δὲ τοῦ ὀνόματος αὐτοῦ» φησιν καὶ ἄλλα τινὰ «καὶ εἶναι τὸν ἀριθμὸν χξϚ´», ὅ
ἐστιν ἑκατοντάδες ἓξ καὶ δεκάδες ἓξ καὶ μονάδες ἓξ εἰς ἀνακεφαλαίωσιν πάσης τῆς
ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν γεγονυίας ἀποστασίας.
Ὅσαις γὰρ ἡμέραις ἐγένετο ὁ κόσμος, τοσαύταις χιλιονταέτεσι συντελεῖται· καὶ
διὰ τοῦτό φησιν ἡ γραφή· «Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ
κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε
καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.»
Τοῦτο δ’ ἔστι καὶ τῶν προγεγονότων διήγησις, ὡς ἐγένετο, καὶ τῶν ἐσομένων
προφητεία. Εἰ γὰρ «ἡμέρα Κυρίου ὡς χίλια ἔτη», ἐν δὲ ἓξ ἡμέραις συνετελέσθη τὰ
γεγονότα, φανερὸν ὅτι ἡ συντέλεια αὐτῶν τὸ ἑξακισχιλιοστὸν ἔτος ἐστίν.
Καὶ διὰ τοῦτο ἐν παντὶ τούτῳ τῷ χρόνῳ πλασθεὶς ἐν ἀρχῇ ὁ ἄνθρωπος διὰ τῶν
χειρῶν τοῦ Θεοῦ, τουτέστιν Υἱοῦ καὶ Πνεύματος, γίνεται κατ’ εἰκόνα καὶ ὁμοίωσιν
Θεοῦ, τοῦ μὲν ἀχύρου ἀποσκευαζομένου, ὅπερ ἐστὶν ἡ ἀποστασία, τοῦ δὲ σίτου εἰς
ἀποθήκην ἀναλαμβανομένου, ὅπερ ἐστὶν οἱ τὴν πρὸς Θεὸν πίστιν καρποφοροῦντες.
Καὶ διὰ τοῦτο καὶ ἡ θλῖψις ἀναγκαία τοῖς σῳζομένοις, ἵνα, τρόπον τινὰ
λεπτυνθέντες καὶ συμφυραθέντες διὰ τῆς ὑπομονῆς τῷ Λόγῳ τοῦ Θεοῦ καὶ
πυρωθέντες, ἐπιτήδειοι ἔσονται εἰς τὴν τοῦ Βασιλέως εὐωχίαν, ὡς εἶπέ τις τῶν
ἡμετέρων διὰ τὴν πρὸς τὸν Θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία, ὅτι «σῖτός
εἰμι τοῦ Θεοῦ καὶ διὰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς Θεοῦ ἄρτος εὑρεθῶ».
Τὰς δὲ αἰτίας ἀπεδώκαμεν ἐν ταῖς πρὸ ταύτης βίβλοις, δι’ ἃς ἀνέσχετο ὁ Θεὸς
τοῦτο οὕτως γενέσθαι, καὶ ἀπεδείξαμεν ὅτι πάντα τὰ τοιαῦτα ὑπὲρ τοῦ σῳζομένου
ἀνθρώπου γέγονεν, τὸ αὐτεξούσιον αὐτοῦ πεπαίνοντα πρὸς τὴν ἀθανασίαν καὶ
ἐπιτηδειότερον αὐτὸν πρὸς τὴν εἰς ἀεὶ ὑποταγὴν τοῦ Θεοῦ καταρτίζοντα.
Fragment 24
Καὶ διὰ τοῦτο, ἐν τῷ τέλει ἀθρόως ἐντεῦθεν τῆς ἐκκλησίας ἀναλαμβανομένης,
«ἔσται», φησίν, «θλῖψις, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς οὐδ’ οὐ μὴ γένηται». Ἔσχατος
γὰρ ἀγὼν οὗτος τῶν δικαίων, ὃν νικήσαντες στεφανοῦνται τὴν ἀφθαρσίαν.
Καὶ διὰ τοῦτο εἰς τὸ θηρίον τὸ ἐρχόμενον ἀνακεφαλαίωσις γίνεται πάσης
ἀδικίας καὶ παντὸς δόλου, ἵνα ἐν αὐτῷ συρρεύσασα καὶ συγκλυδωνισθεῖσα πᾶσα
δύναμις ἀποστατικὴ εἰς τὴν κάμινον βληθῇ τοῦ πυρός. Καταλλήλως οὖν καὶ τὸ ὄνομα
αὐτοῦ ἕξει τὸν ἀριθμὸν χξϚ´, ἀνακεφαλαιούμενον ἐν ἑαυτῷ τὴν πρὸ τοῦ κατακλυσμοῦ
πᾶσαν τῆς κακίας ἐπίδειξιν ἐξ ἀγγελικῆς ἀποστασίας γεγενημένης – Νῶε γὰρ ἦν
ἐτῶν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐπῆλθε τῇ γῇ, ἐξαλείφων τὸ ἀνάστημα τῆς γῆς
διὰ τὴν ἐπὶ τοῦ Ἀδὰμ κίβδηλον γενεάν – , ἀνακεφαλαιούμενος δὲ καὶ τὴν
ἀπὸ τοῦ κατακλυσμοῦ πᾶσαν εἰδωλολατρείαν, μέχρις οὗ ἡ τοῦ Ναβουχοδονόσορ ἀνασταθεῖσα
εἰκών, ἥτις ὕψος μὲν εἶχε πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ· ὅλη γὰρ ἡ εἰκὼν
ἐκείνη προτύπωσις ἦν τῆς τοῦ ἀντιχρίστου παρουσίας.
Τὰ οὖν χ´ ἔτη τοῦ Νῶε ἐφ’ οὗ ἐγένετο ὁ κατακλυσμὸς διὰ τὴν ἀποστασίαν καὶ ὁ
πηχισμὸς τῆς εἰκόνος τὸν ἀριθμόν, ὡς εἴρηται, σημαίνουσι τοῦ ὀνόματος, εἰς ὃν
συγκεφαλαιοῦται τῶν ἑξακισχιλίων ἐτῶν πᾶσα ἀποστασία καὶ ἀδικία καὶ πονηρία.
Τούτων δὲ οὕτως ἐχόντων, καὶ ἐν πᾶσι τοῖς σπουδαίοις καὶ ἀρχαίοις
ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου, καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν
κατ’ ὄψιν τὸν Ἰωάννην ἑωρακότων, καὶ τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι ὁ ἀριθμὸς
τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν τῶν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων,
οὐκ οἶδα πῶς ἐσφάλησάν τινες ἐπακολουθήσαντες ἰδιωτισμῷ καὶ τὸν μέσον ἠθέτησαν
ἀριθμὸν τοῦ ὀνόματος, ν´ ψήφους ὑφελόντες καὶ ἀντὶ τῶν ἓξ δεκάδων μίαν δεκάδα
βουλόμενοι εἶναι. Ἄλλοι δὲ ἀνεξετάστως τοῦτο λαβόντες, οἱ μὲν ἁπλῶς καὶ ἀκαίρως
ἐπετήδευσαν, οἱ δὲ κατὰ ἀπειροκαλίαν ἐτόλμησαν καὶ ὀνόματα ἀναζητεῖν ἔχοντα τὸν
ἐσφαλμένον καὶ διημαρτημένον ἀριθμόν. Ἀλλὰ τοῖς μὲν ἁπλῶς καὶ ἀκάκως τοῦτο
ποιήσασιν εἰκὸς καὶ συγγνώμην ἔσεσθαι παρὰ Θεοῦ· ὅσοι δὲ κατὰ κενοδοξίαν
ὁρίσουσιν ὀνόματα ἐμπεριεκτικὰ τοῦ διημαρτημένου ἀριθμοῦ καὶ τὸ ὑπ’ αὐτῶν
ἐπινοηθὲν ὄνομα ὁρίσονται, οὐκ ἀζήμιοι οἱ τοιοῦτοι ἐξελεύσονται, ἔτι καὶ ἑαυτοὺς
καὶ τοὺς ἐμπιστεύσαντας αὐτοῖς ἐξαπατήσαντες.
Καὶ πρῶτον μὲν ζημία ἐν τῷ ἀποτυχεῖν τῆς ἀληθείας καὶ τὸ μὴ ὂν ὡς ὂν
ὑπολαβεῖν· ἔπειτα δὲ τοῦ προσθέντος ἢ ἀφελόντος τι τῆς γραφῆς ἐπιτιμίαν οὐ τὴν
τυχοῦσαν ἔχοντος, εἰς αὐτὴν ἐμπεσεῖν ἀνάγκη τὸν τοιοῦτον. Ἐπακολουθήσει δὲ καὶ
ἕτερος οὐχ ὁ τυχὼν κίνδυνος τοῖς ψευδῶς προειληφόσιν εἰδέναι τὸ τοῦ ἀντιχρίστου
ὄνομα· εἰ γὰρ ἄλλο μὲν οὗτοι δοκοῦσιν, ἄλλο δὲ ἐκεῖνος ἔχων ἐλεύσεται, ῥᾳδίως
ἐξαπατηθήσονται παρ’ αὐτοῦ, ὡς μηδέπω παρόντος ἐκείνου ὃν φυλάσσεσθαι προσήκει.
Fragment 25
Ἀσφαλέστερον οὖν καὶ ἀκινδυνότερον τὸ περιμένειν τὴν ἔκβασιν τῆς προφητείας
ἢ τὸ καταστοχάζεσθαι καὶ ὑπομαντεύεσθαι ὀνόματα τὰ τυχόντα, πολλῶν ὀνομάτων
εὑρεθῆναι δυναμένων ἐχόντων τὸν προειρημένον ἀριθμόν, καὶ οὐδὲν ἧττον μενεῖ
αὕτη ἡ ζήτησις· εἰ γὰρ πολλά ἐστι τὰ εὑρισκόμενα ὀνόματα ἔχοντα τὸν ἀριθμόν,
ποῖον ἐξ αὐτῶν φορέσει ὁ ἐρχόμενος ζητηθήσεται. Ὅτι δὲ οὐ δι’ ἀπορίαν ὀνομάτων
Fragment 26
Ἡμεῖς γ’ οὖν οὐκ ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου
ἀποφαινόμενοι βεβαιωτικῶς· εἰ γὰρ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι
τοὔνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος. Οὐδὲ γὰρ
πρὸ πολλοῦ χρόνου ἑωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεᾶς, πρὸς τῷ τέλει
τῆς Δομετιανοῦ ἀρχῆς.
Fragment 27
Αἱ ψυχαὶ ἀπέρχονται εἰς τὸν τόπον τὸν ὡρισμένον αὐταῖς ἀπὸ τοῦ Θεοῦ κἀκεῖ
μέχρι τῆς ἀναστάσεως φοιτῶσι περιμένουσαι τὴν ἀνάστασιν· ἔπειτα ἀπολαβοῦσαι τὰ
σώματα καὶ ὁλοκλήρως ἀναστᾶσαι, τουτέστι σωματικῶς, καθὼς καὶ ὁ Κύριος ἀνέστη,
οὕτως ἐλεύσονται εἰς τὴν ὄψιν τοῦ Θεοῦ.
Fragment 28
Ταῦτα δὲ καὶ Παπίας ὁ Ἰωάννου μὲν ἀκουστής, Πολυκάρπου δὲ ἑταῖρος γεγονώς,
ἀρχαῖος ἀνήρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν ἑαυτοῦ βιβλίων· ἔστι γὰρ
αὐτῷ πέντε βιβλία συντεταγμένα.
Fragment 29
Οὐ γὰρ ἡ ὑπόστασις οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται – ἀληθὴς γὰρ καὶ
βέβαιος ὁ συστησάμενος αὐτήν – , ἀλλὰ «τὸ σχῆμα παράγει τοῦ κόσμου
τούτου», τουτέστιν ἐν οἷς ἡ παράβασις γέγονεν, ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν
αὐτοῖς. Καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα
τοῦ Θεοῦ. Παρελθόντος δὲ τοῦ σχήματος τούτου καὶ ἀνανεωθέντος τοῦ ἀνθρώπου καὶ
ἀκμάσαντος πρὸς τὴν ἀφθαρσίαν ὥστε μηκέτι δύνασθαι πέρα παλαιωθῆναι, «ἔσται ὁ
οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή»· ἐν τοῖς καινοῖς παραμενεῖ ὁ ἄνθρωπος ἀεὶ καινὸς
προσομιλῶν τῷ Θεῷ.
Fragment 30
Καὶ ὁ Ἠσαΐας φησίν· «Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ
ποιῶ, μένει ἐνώπιόν μου, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ
ὄνομα ὑμῶν.»
Καθὼς οἱ πρεσβύτεροι λέγουσι, τότε οἱ μὲν καταξιωθέντες τῆς ἐν οὐρανῷ
διατριβῆς ἐκεῖσε χωρήσουσιν, οἱ δὲ τῆς τοῦ παραδείσου τρυφῆς ἀπολαύσουσιν, οἱ
δὲ τὴν καλλονὴν καὶ τὴν λαμπρότητα τῆς πόλεως καθέξουσιν, σὺν πᾶσι τοῖς περὶ
αὐτὴν ἀγαθοῖς ἐπιχορηγουμένοις ὑπὸ τοῦ Θεοῦ, πανταχοῦ δὲ ὁ Σωτὴρ ὁραθήσεται,
καθὼς ἄξιοι ἔσονται οἱ ὁρῶντες αὐτόν. Εἶναι δὲ τὴν διαστολὴν ταύτην τῆς
οἰκήσεως τῶν τὰ ἑκατὸν καρποφορούντων καὶ τῶν τὰ ἑξήκοντα καὶ τῶν τὰ τριάκοντα,
ὧν οἱ μὲν εἰς τοὺς οὐρανοὺς ἀναληφθήσονται, οἱ δὲ ἐν τῷ παραδείσῳ διατρίψουσιν,
οἱ δὲ τὴν πόλιν κατοικήσουσιν· καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Κύριον ἐν τοῖς τοῦ
Πατρὸς μονὰς εἶναι πολλάς. Τὰ πάντα γὰρ τοῦ Θεοῦ, ὃς τοῖς πᾶσι τὴν ἁρμόζουσαν
οἴκησιν παρέχει.
No comments:
Post a Comment