.

Friday, September 28, 2012

Η ανάγνωση της Αγίας Γραφής
στο Βυζάντιο /

Reading the Holy Bible
at Byzantium







138 Οὗτος τοίνυν ἔτι νέαν ἄγων τὴν ἡλικίαν συνέβη ἐν συντυχίᾳ ἐλθεῖν ἀσέμνου τινὸς γυναικὸς οὔσης ἐκ μανιχαϊκῆς, ὡς εἴρηται, αἱρέσεως. Ἡ δὲ τοῦ διαβόλου μαθήτρια πανοῦργος ὑπάρχουσα καὶ ὕπουλος λέγει αὐτῷ· «Ἀκούω περὶ σοῦ, κύρι Σέργιε, ὅτι ἐν ἐπιστήμῃ γραμμάτων καὶ παιδεύσεως πέλεις καὶ ἀγαθὸς κατὰ πάντα ὑπάρχεις ἄνθρωπος. Εἰπὲ οὖν μοι, ἵνα τί τὰ θεῖα οὐκ ἀναγινώσκεις εὐαγγέλια;» Ὁ δὲ τοῖς λόγοις αὐτῆς κεπφωθείς, μὴ γινώσκων μάλιστα τὸν ἐγκεκρυμμένον τῆς κακίας ἰὸν ἐν αὐτῇ, λέγει· «Οὐκ ἔξεστιν ἡμῖν κοσμικοῖς οὖσιν ταῦτα ἀναγινώσκειν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις.» 139 Ἡ δέ φησι πρὸς αὐτόν· «Οὐκ ἔστιν οὕτως, ὡς σὺ ὑπολαμβάνεις· ‘οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ θεῷ’· ‘Πάντας γὰρ θέλει σωθῆναι ὁ κύριος καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν’. Ἀλλ’ ἐπειδὴ οἱ ἱερεῖς ὑμῶν καπηλεύονται τὸν τοῦ θεοῦ λόγον καὶ τὰ ἐν εὐαγγελίοις μυστήρια ἀποκρύβουσιν, διὰ τοῦτο οὐκ ἀναγινώσκουσιν εἰς ὑπήκοον ὑμῶν τὰ ἐν αὐτοῖς γεγραμμένα ἅπαντα, ἀλλὰ τὰ μέν, ναί, τὰ δέ, οὔ, ὅπως μὴ ἔλθητε εἰς ἐπίγνωσιν ἀληθείας. 140 Γέγραπται γὰρ ἐν αὐτοῖς ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τινὲς ἐροῦσι· ‘Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;’ καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ‘Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς’. Ἐρεύνησον οὖν καὶ ἴδε, οὐ γέγραπται οὕτως; Καὶ τίνες εἰσὶν οὗτοι πρὸς οὓς ὁ κύριος λέξει· Οὐκ οἶδα ὑμᾶς;» Ὁ δὲ ἀλογώτατος ἀμαθὴς ὢν ἐξαπορηθεὶς ἐσιώπα.

* Petrus Siceliota Monachus / Πέτρος Σικελιώτης ο Μοναχός,
Historia utilis et refutatio Manichaeorum vel Paulicianorum /
Ιστορία χρειώδης ἔλεγχός τε καὶ ἀνατροπὴ τῆς κενῆς καὶ ματαίας αἱρέσεως τῶν Μανιχαίων, τῶν καὶ Παυλικιάνων λεγομένων, προσωποποιηθεῖσα ὡς πρὸς τὸν ἀρχιεπίσκοπον Βουλγαρίας 138-140,

D. Papachryssanthou,
"Les sources grecques pour l'histoire des Pauliciens d'Asie Mineure I. Pierre de Sicile. Histoire des Pauliciens,"
Travaux et mémoires 4 (1970),
p./σ. 53.




Hans-Georg Beck,
Η Βυζαντινή χιλιετία,
Μορφωτικό Ίδρυμα Εθνικής Τραπέζης 2000,
σ. 374.




Hans-Georg Beck,
Das Byzantinische Jahrtausend,
C.H.Beck 1978,
p. 274.





Hans-Georg Beck


No comments: