Migne, Patrologia Graeca Vol. 81:473 & 84:1004. Ἰεσσωὰ / Ἱεσῶα |
«Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ [σχῆ]μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου (ἐπὶ) τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με. Ἱμάτιον σωτηρίου καὶ (χιτ)ῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ· «Ὅσοι γάρ» φησιν «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν (ἐνε)δύσασθε.» Διὸ καὶ ἐν τῇ Ἑβραίων φωνῇ τὸ ἱμάτιον σωτηρίου ἱμάτιον
ἰεσῶα καλεῖται, (του)τέστιν Ἰησοῦ».–Θεοδώρητος Κύρου,
Ερμηνεία εις τον Προφήτην Ησαΐαν 19:440,
J.-N. Guinot,
Théodoret de Cyr. Commentaire sur Isaïe (1984), Vol. 3.
No comments:
Post a Comment